Καὶ πάλιν ἀλλαχοῦ φησιν· Οὐκ ὀφείλομεν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ᾽ οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ᾽ ἂν, ὁποῖός ἐστιν ὁ Θεός. Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ᾽ ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδεμίαν τὴν δυναμένην τυπῶσαι παρ᾽ ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ᾽ ἑαυτοῖς ἀνατυπώσαιμεν ἂν κατὰ τοὺς λογισμούς. Πάλιν τοὺς περὶ ἐλεημοσύνης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ᾽ ὁ καιρὸς ἡμᾶς οὐκ ἀφίησι· διὸ πρὸς σιγὴν τρέψωμεν λοιπὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα. Κἂν γὰρ δογμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.