Εἰ δέ που πρὸς ἄμυναν ὁρμήσειεν, ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτῶν στενοχωρούντων πολλάκις, καὶ πρὸς ἀνάγκην ἐκβαλλομένων αὐτὰ, τοῦτο οὖν οὐκ ἂν εἴη ἀρχῆς ἀπηρτισμένης. Οὐδὲ γὰρ, εἴ τις ἡμῶν λῃστὰς ἐπιόντας ὁρῶν ὁπλίζοιτο, καὶ πρὸς τὴν ἄμυναν χωροίη, ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας πολλὴ πρόνοια· πλὴν οὐκ ἐντεῦθεν ποιοῦμαι τὴν ἀπολογίαν, ἀλλ᾽ ἑτέρωθεν, ὅθεν καὶ ὑμῖν χρήσιμον ἀκοῦσαι. Φοβούμεθα τὰ θηρία καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν· οὐκ ἀντιλέγω· φημὶ καὶ αὐτός· ἀλλ᾽ οὐ τοῦτο ψευδῆ τὸν τοῦ Θεοῦ νόμον δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ᾽ ἐδεδοίκει καὶ ἔτρεμε, καὶ ὑπέκυπτεν, ὡς δεσπότῃ, τῷ ἀνθρώπῳ, ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξεπέσομεν καὶ τῆς τιμῆς, διὰ τοῦτο δεδοίκαμεν αὐτά. Πόθεν τοῦτο δῆλον; Ἤγαγεν ὁ Θεὸς τὰ θηρία πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ οὐκ ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ᾽ ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι. Τοῦτο δὲ δεσποτείας σύμβολον. Διὸ καὶ ὁ Θεὸς βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξουσίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά.