Τούτου ἕνεκεν διῆλθον διὰ πυρὸς καὶ ὕδατος οἱ μακάριοι καὶ ἀοίδιμοι μάρτυρες, καὶ ἔδωκαν τὰ σώματα αὐτῶν διὰ τὴν τοῦ Θεοῦ ὁμολογίαν καὶ ἀγάπην· ἀλλ᾽ ἔχουσιν ἀντάμειψιν, γεγονότες σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ Δεσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο· οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρήνησε. Τοιούτους χρὴ εἶναι ἡμᾶς, ἀδελφοί· ἐκτήκεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῶν ἀτάκτως περιπατούντων, καὶ ἐλέγχειν αὐτοὺς καὶ παρακαλεῖν, πρόδηλον τὴν ἡμετέραν ζωὴν διευθύνοντες· Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν· εἰ δὲ ἀδιόρθωτοι μένουσι, στέλλεσθε ἀπὸ τῶν τοιούτων, ὡς ὁ Ἀπόστολος διδάσκει· Στέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με. Συνεχῶς ἐντολῶν καὶ δικαιωμάτων καὶ νόμων μνημονεύει καὶ μαρτυρίων, τὸν περὶ ταῦτα πόθον δεικνύς.