Σκοπήσωμεν δὲ τὴν τοῦ ψαλμοῦ ἀρχὴν καὶ τὸ τέλος. Λέγει γὰρ ἐν προοιμίοις· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ τέλει τούτου· Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Οἱ οὖν πορευόμενοι ἐν νόμῳ Κυρίου, πάντως τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθάνονται· καὶ οἱ μὴ ἐπιλανθανόμενοι τὰς ἐντολὰς, πορεύονται ἐν νόμῳ Κυρίου. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ ταῦτα τῷ προφήτῃ προσήκειν, ἀλλ᾽ ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασι. Καὶ ταῦτα μὲν, ἀδελφοὶ, τῶν πατέρων τὰ ὑπομνήματα καὶ τὰ διδάγματα, ἐξ ὧν καὶ ἡμεῖς ἀρυσάμενοι μετεδώκαμεν ὑμῖν μετὰ τῆς δεούσης ἐπιφροσύνης, ὅπως αἱ ἐντολαὶ τοῦ Θεοῦ προκόπτωσιν εἰς ὑμᾶς. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ἴδιον, ἵνα κατὰ τὴν εἰλικρινῆ ἡμῶν πίστιν καὶ αἱ πράξεις ἀγαθαὶ ὦσιν. Ἐν αἷς στηρίξει ὑμᾶς Κύριος ὁ Θεὸς, δωρούμενος ὑμῖν πλούσια τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, φυλάττων ὑμᾶς ἀπὸ παντὸς κακοῦ, καὶ τῆς οὐρανίου αὐτοῦ βασιλείας ὑμᾶς ἀξιῶν, πρεσβείαις τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου, καὶ πάντων αὐτοῦ τῶν ἁγίων, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.