Μὴ οὐ τοίνυν, ὦ φίλε, διότι μικρόν σε τῆς στάσεως παρεσάλευσεν ὁ ἐχθρός, ἤδη καὶ σαυτὸν ὤσῃς ἐπὶ τὸ βάραθρον, ἀλλὰ στῆθι γενναίως καὶ ἐπάνελθε ταχέως ὅθεν ἐξέβης, μηδ᾽ ὄνειδος νομίσῃς τὴν πρὸς ὀλίγον εἶναι ταύτην πληγήν. Οὐδὲ γὰρ στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὠνείδισας ἄν, ὄνειδος γὰρ τὸ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι, ἕως δὲ ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται κἂν ὑποχωρῇ πρὸς βραχύ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ 〈πρὸς〉 τὴν πολεμικὴν ἄπειρος, ὡς ἐγκαλέσαι ποτέ. Τῶν γὰρ μὴ μαχομένων ἐστὶν τὸ μὴ τιτρώσκεσθαι, τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας ἔστιν καὶ βληθῆναι καὶ καταπεσεῖν, οἷον καὶ ἐπὶ σοῦ γέγονεν νῦν. Ἀθρόως γὰρ τὸν ὄφιν ἀνελεῖν ἐπιχειρήσας ἐδήχθης. Ἀλλὰ θάρσει, μικρᾶς σοι χρεία νήψεως καὶ οὐδὲ ἴχνος ὑπολειφθήσεται τοῦ τραύματος ἐκείνου, μᾶλλον δὲ θεοῦ χάριτι καὶ αὐτὴν τοῦ πονηροῦ συντρίψεις τὴν κεφαλήν· μηδέ σε ταραττέτω τὸ ταχέως καὶ παρ᾽ αὐτὴν ἐμποδισθῆναι τὴν ἀρχήν· εἶδεν γάρ, εἶδεν ὀξέως ὁ πονηρὸς τῆς σῆς ψυχῆς τὴν ἀρετήν, καὶ γενναῖον αὐτῷ πολέμιον αὐξηθήσεσθαι ἐκ πολλῶν ἐστοχάσατο· τὸν γὰρ εὐθέως τοσαύτῃ καὶ τηλικαύτῃ χρησάμενον κατ᾽ αὐτοῦ τῇ σπουδῇ τοῦτον, εἰ παραμένοι, ῥᾳδίως αὐτὸν καταπαλαίσειν ἤλπισεν.