Τότε γὰρ καὶ τὴν κρυπτῶς δεδομένην ἡμῖν χάριν διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκέτι ἀδήλως, ἀλλ’ ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει ἐνεργοῦσαν εὑρήσομεν διὰ τοῦ ἀφιέναι τῷ πλησίον τὰ ἁμαρτήματα.
Ταύτης δὲ τῆς ἀρετῆς κωλυτικαί εἰσι κακίαι δύο, κενοδοξία καὶ ἡδονή, ἃς χρὴ πρότερον κατὰ νοῦν παραιτήσασθαι, καὶ οὕτω τὴν ἀρετὴν κρατῆσαι. Διὰ τοῦτο, ὢ ψυχή, προδοῦσα ἑαυτὴν ταῖς δυσὶ κακίαις ταύταις θελήματι, μηδένα αἰτιῶ, μήτε τὸν Ἀδάμ, μήτε τὸν Σατανᾶν, μήτε τοὺς ἀνθρώπους, ἀλλὰ πολέμησον τῷ σῷ θελήματι, καὶ μὴ καταφρονήσῃς· ἐμφύλιος γάρ ἐστιν ὁ πόλεμος. Οὐκ ἔστιν ἔξωθεν, ἵνα μετὰ τῶν συνόντων ἀδελφῶν πολεμήσωμεν· ἔνδοθέν ἐστιν, καὶ οὐδεὶς ἀνθρώπων συμπολεμήσει ἡμῖν.