Τοῦτο ζητῶν παρὰ τὰς ἀρχὰς ὁ ἅγιος Παῦλος ἔλεγε· «Διώκω εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην (τοῦτ’ ἔστιν, ἵνα ἀγαπήσω, ἐφ’ ᾧ καὶ ἠγαπήθην) ὑπὸ Χριστοῦ».
Μετὰ δὲ τὸ καταλαβεῖν ταύτην τὴν ἀγάπην, οὐκέτι ἕτερον οὐδὲν ἐννοεῖν κατεδέχετο, οὐ τὰ θλιβερὰ τούτου τοῦ σώματος, οὔτε τὰ θαύματα τῆς κτίσεως, ἀλλὰ πᾶσαν σχεδὸν ἔννοιαν παρῃτεῖτο, μηδὲ πρὸς ὥραν τῆς τοῦ Πνεύματος ἐνεργείας ἀποστερηθῆναι καταδεχόμενος. Ἐφανεροποίησε δὲ ὅσα διὰ τὴν πνευματικὴν ἀγάπην παρῃτεῖτο καί φησι· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Καὶ πάλιν· «Πέπεισμαι, φησίν, ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐξουσίαι οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν», καθότι οὐδὲν τούτων ἐννοεῖν ἠνείχετο ἢ μόνον ἐκεῖ παραμένειν.