Ἀπόκρισις
Ἐγὼ μὲν οὐδὲ ἐν τοῖς προειρημένοις ἀνεῖλον πώποτε.
Οἶδα γὰρ καὶ τὸν Ἰῶβ πειρασθέντα ὑπὸ τοῦ διαβόλου καὶ τὴν Γραφὴν λέγουσαν ὅτι· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας»· καὶ πάλιν· «Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν», καὶ ἐν ἑτέρῳ· «Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ.» Ἀλλ’ ἐπειδὴ ὑμεῖς τοὺς πονηροὺς λογισμοὺς οὐχ ὑμῶν, ἀλλ’ ἑτέρων τινῶν εἶναι νομίζετε, ποτὲ μὲν λέγοντες αὐτοὺς εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ποτὲ δὲ αὐτὸν τὸν Σατανᾶν, ποτὲ δὲ τὴν τοῦ Σατανᾶ προσβολήν, τούτου χάριν ἡμεῖς λέγομεν ὅτι ἄλλο τί ἐστιν ἡ τοῦ Ἀδὰμ ἁμαρτία, καὶ ἄλλο ὁ Σατανᾶς, καὶ ἄλλο ἡ τοῦ Σατανᾶ προσβολή, καὶ ἕτερον οἱ πονηροὶ ἡμῶν λογισμοί, κἂν ἐκ τῆς προσβολῆς τὰς ἀφορμὰς ἔχωσι. Σατανᾶς μὲν γάρ ἐστιν αὐτὴ ἡ τοῦ διαβόλου ὑπόστασις, ἡ καὶ τὸν Κύριον πειράζειν ἐπιχειρήσασα· ἁμαρτία δὲ τοῦ Ἀδάμ ἐστιν ἡ τῆς ἐντολῆς παράβασις τοῦ πρώτου ἀνθρώπου· προσβολὴ δὲ τοῦ Σατανᾶ ἐστὶ μονολόγιστος ἐμφάνεια πράγματος πονηροῦ, ἥτις καὶ αὐτὸ τὸ προσεγγίσαι τῷ νῷ ἡμῶν δι’ ὀλιγοπιστίας εὑρίσκεται.