Καὶ ἡμεῖς, φασίν, ἕνα λέγομεν τὸν Χριστόν, ἐπὶ δὲ τοῖς πράγμασιν ἁρμοδίως τὰς φύσεις μερίζομεν.
Τίς ἀκούσας ταῦτα οὐ φρίξει αὐτῶν τὴν θεομαχίαν;
Διορθοῦνται τὴν ἄφραστον οἰκονομίαν τοῦ Κυρίου· ἃ γὰρ αὐτὸς οὐκ ἐμέρισεν, οὔτε τὴν πίστιν ἡμῶν χωλεύειν ἐποίησεν, οὗτοι μερίζουσι. Καί, ὡς ἐκεῖνοι οἴηνται, ὅσα οὐχ εὗρεν εἰπεῖν ἡ θεία Γραφή, οὔτε προφῆται, οὔτε ἀπόστολοι, οὗτοι ὡσεὶ δευτεροκήρυκες φανεροποιοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο αὐτοῖς εἰς μεγάλην καταλήγει βλασφημίαν. Πῇ μὲν γὰρ χωρίζοντες τὸν ἀχώριστον, πῇ δὲ συνάπτοντες, καὶ ἱματίου δίκην ἐνδυταὶ καὶ ἐκδυταὶ τοῦ Λόγου γενόμενοι, οὐδὲν ἕτερον ἢ τὴν ἑαυτῶν ζωὴν ἀναιροῦσιν.