Σύνοδος δʹ
Εἶτα πάλιν, μετὰ ἔτη κʹ, ἐπὶ τῆς βασιλείας Μαρκιανοῦ, ἡ ἐν Χαλκηδόνι μεγάλη σύνοδος συνεκροτήθη ὑπὸ τῶν χλʹ ἁγίων πατέρων, ὧν ἡγοῦντο Λέων πάπας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων, κατὰ Διοσκόρου ἐπισκόπου Ἀλεξανδρείας καὶ Εὐτυχοῦς τοῦ ἀρχιμανδρίτου καὶ τῶν αὐτῶν ὁμοφρόνων, τῶν μὴ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν δοκήσει καὶ φαντασίᾳ μυθολογούντων τὴν σάρκα τοῦ Χριστοῦ καὶ τὸ<ν> τρισάγιον ὕμνον συναριθμοῦντες σταυρῷ, καὶ τῇ θείᾳ φύσει τὸ πάθος συνάπτοντες· οὓς καὶ ὡς θεοπασχίτας καθελόντες, ἀνεθεμάτισαν, τέλειον δὲ Θεὸν καὶ τέλειον ἄνθρωπον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθοδόξως ἐσφράγισαν.