Νεοφύτου πρεσβυτέρου, μοναχοῦ καὶ ἐγκλείστου Περὶ τῆς Θεοσημείας ἀντίγραμμα πρὸς τὸν ἴδιον ἀδελφὸν Χρυσοστομίτην κὺρ Ἰωάννην.
Εὐλόγησον, πάτερ.
Γεγράφηκας ἡμῖν, κὺρ ἀδελφέ, εἴ γε ἄρα μετὰ τὴν παράδοξον ἐκείνην θεοσημείαν καὶ τὴν ἐκ τῶν πυλῶν τοῦ θανάτου ἀπαλλαγήν, προσέθηκα ἀνελθεῖν καὶ τοῦ προκειμένου ἔργου ἐφάψασθαι πάλιν, ἤ, τῷ δέει περιβληθείς, κατέλειψα τοῦτο διὰ τὴν δραματουργίαν τοῦ σατανᾶ. Καὶ ἴσθι, ἀδελφέ, ὅτι τοσοῦτον τῆς ἀνόδου καὶ τῆς ἐργασίας ἀπειργήθην ἐκείνης, ὅσον τοῦ καταπαῦσαι τὸ τοῦ δακτύλου μου ἄλγος. Καὶ εἶθ’ οὕτως μετὰ τοσαύτης σὺν Θεῷ ἀνῆλθον τῆς πεποιθήσεως καὶ θρασύτητος κατ’ ἐκείνου τοῦ λίθου, μεθ’ ὅσης, ὁπότ’ ἄν τις, δηχθεὶς ὑπό τινος ὄφεως καὶ τῇ θείᾳ ῥοπῇ ἀβλαβὴς διατηρηθείς, πονέσας δὲ μόνον καὶ πρὸς ἀναίρεσιν τοῦ ὄφεως θερμοτέρως διεγερθείς, ἀνεῖλεν αὐτόν.