Ἄλλος. Ἦχος πλ. αʹ. Ὀφείλει ψάλλεσθαι ἐντὸς τοῦ κελλίου τοῦ ἐγκλείστου.
Τὴν παντουργὸν καὶ κυρίαν καὶ παναλκεστάτην φύσιν Τριάδος τῆς ἀκτίστου πῶς ἐξυμνήσωμεν, ὁ δοῦλός σου ἐβόα, ὅτι, μετὰ τῶν πολλῶν καὶ μεγάλων εἰς ἐμέ σου χαρίτων, καὶ ἀπὸ κρημνοῦ καὶ θανάτου ἐρρύσω με παραδόξως καὶ λίθων τριῶν τὴν πτῶσιν ἐπέδησα τῇ κλήσει τοῦ Ἑνὸς τῆς Τριάδος, καὶ ἡ ῥύμη τῆς πτώσεως κεκράτηται νοερῶς καί, ἀχειρογλύφους γραμμάς, ἐν λιθίναις πλαξί, τῆς Τριάδος ἰσαρίθμους, τὸ σπέος λαξεύων, εὑρηκώς, εἰς σημεῖον ἀγαθὸν ὑπετόπασα τοῦτο, ἀλλ’ ἡ Τριὰς ὁ Θεός μου, δόξα τῷ κράτει σου.