Ὅτι εἰς τὸ ἐξ ἀρχῆς κάλλος ἀναπεφοίτηκεν ἡ ἀνθρωπεία φύσις.
Εἰ δὲ δεῖ θαῤῥήσαντα εἰπεῖν καὶ ὑψηλοτέρων τινῶν καὶ μυστικωτέρων ἅψασθαι, οὐ μόνον οὐκ ἐξέστηκεν οὐδὲ μεταβέβληται ἡ φύσις ἡ καθ’ ἡμᾶς, ἀλλ’ ἤδη καὶ εἰς τὸ ἐξ ἀρχῆς ἀναπεφοίτηκε λαμπρυνθεῖσα, καθ’ ὃν τρόπον παρὰ τοῦ δημιουργοῦ ἔκτισται, τὸ ἐκ τῆς ἁμαρτίας ἐπείσακτον αἶσχος ἀπονιψαμένη, καὶ εἰς τὸ ἀρχαῖον ἀναδραμοῦσα ἐν Χριστῷ κάλλος, καὶ ὡς ἂν εἴποι τις, εἰς ἑαυτὴν ἐπανελθοῦσα· ὡς εἴ τις ἴδοι χρυσὸν ὕλῃ πως τῇ ἀτιμοτέρᾳ συγκαταμεμιγμένον, ἔπειτα εὖ μάλα διὰ πυρὸς ἀνακαθαρθέντα, ἐπὶ τὴν οἰκείαν ἐπανιόντα λαμπρότητα. Ὃ γὰρ ὑπόχρεως οὖσα διὰ τὴν τῆς ἐντολῆς τήρησιν, τὴν ἀθανασίαν λέγω καὶ ἀφθαρσίαν ἀναδήσασθαι, οὐ πεπλήρωκε· τοῦτο Χριστὸς διὰ τῆς οἰκείας συγκαταβάσεως ἀνεσώσατο. Οὐκοῦν οὐ ταυτὸν ἡ μεταβολὴ τῇ καινοτομίᾳ, ὡς οὖν ἡ τοῦ Λόγου φύσις καινωθεῖσα οὐ μεταβέβληται, οὐδὲ ἡ σάρξ. Εἰ γὰρ ταύτην εἴποι τις μεταβεβλῆσθαι, κἀκείνην πάντως ἐρεῖ· ὧν οὐδὲν ἀτοπώτερον ἢ παρανομώτερον. Ἐκεῖνα δὴ οὖν κενολογήσας ὁ Εὐσέβιος, καὶ τὸν θεμέλιον τῆς ἀσεβείας προκαταβαλόμενος, καὶ ἀεὶ ἐπὶ κακίᾳ προϊὼν καὶ βαρυτέραις ταῖς βλασφημίαις κατὰ Χριστοῦ ἐπιτιθέμενος, οὐκ ἀπολήγει, φιλονεικῶν ἀεὶ τοῖς ἑξῆς ἀποκρύπτειν εἰς δυσφημίαν τὰ φθάσαντα· ἐπισκεψόμεθα γὰρ οἷα τὰ μετὰ ταῦτα γράφει.