Τῇ εὐσεβεστάτῃ Αὐγούστῃ κυρᾷ Ἄννῃ τῇ Παλαιολογίνῃ.
Νόμος μὲν ἅπασιν Ἕλλησιν ἔκειτο ἀπαρχὰς τῶν καρπῶν ἄγειν Ἀθήναζε, ὡς αἰτίας οὔσης σφίσι ταυτησὶ τῆς φορᾶς· σὲ δέ, μεγίστη βασιλίς, ἐπεί γε μὴ μόνον τῶν ἄλλων δήπου πραγμάτων ψυχήν, ὡς εἰπεῖν, καὶ κόσμον ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῶν πάντα βελτίστων, καὶ μάλιστα τῶν ἄλλων ἀνθρωπίνων) διαφερόντων λόγων, εἰκὸς ἂν εἴη δήπου μὴ μόνον σοι τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ τῶν λόγων πάντας ἀπάρχεσθαι τουτωνί, καὶ μηδὲν ἐλλείπειν εἰσφέροντας, ἅτε καὶ τιμῶντας ἐντεῦθεν οὐ τὴν ἀρχὴν μόνον καὶ τὴν αἰτίαν, —αἰτία γὰρ γίγνῃ τῶν λόγων, οἷς τιμᾷς τοὺς ἔχοντας, —ἀλλὰ καὶ σφᾶς αὐτοὺς καὶ τοὺς λόγους. Εἰ γὰρ Ἀθηναίοις τό γ’ εἰς θεοὺς τοὺς προγόνους ἀνάγειν μέγα ἐδόκει, καὶ διὰ τοῦτο μάλιστα τῶν ἄλλων Ἑλλήνων ἧσαν εὐδαίμονες, πῶς οὐ κοσμήσεις τοὺς λόγους αὐτή, καὶ μείζονας σφῶν αὐτῶν ἀποδείξεις, δι’ ὧν τε ἔφην, καὶ προσέτι διὰ τουτωνὶ τῶν συντελειῶν, αἰτία τούτων καὶ δοκοῦσα καὶ γιγνομένη;