Σημασία εἰς τὴν ὅρασιν τοῦ προφήτου Ἰεζεκιήλ, ἐν ᾗ ἐπὶ τῶν τεσσάρων ζῴων ὁμοίωμα θρόνου καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου, ὁμοίωμα ὡς εἶδος ἀνθρώπου.
Πᾶσα προφητεία καὶ θεωρία καὶ ὅρασις εἰκόνες ἦσαν τῆς τοῦ σωτῆρος ἐπιδημίας· καὶ πᾶσα δὲ Γραφὴ παλαιὰ πρὸς αὐτήν, καθάπερ εἰς τέλος, τὴν ἀναφορὰν ἔχει. Καὶ γὰρ διὰ μὲν τὴν σωτηρίαν τῶν ἀνθρώπων πᾶσα Γραφὴ λέγεται παρειλῆφθαι. Σωτηρία δὲ τῶν ἀνθρώπων μόνος αὐτός ἐστιν ὁ Χριστός· «ἡ γὰρ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν», ὁ Κύριος ἔφη, σωτηρίαν ἑαυτὸν ὀνομάζων. Αὐτὸς γὰρ μόνος ἔσωσε πάντας· τοὺς μὲν πρεσβυτέρους τῆς αὐτοῦ παρουσίας τῷ ἑαυτοῦ τύπῳ καὶ ταῖς εἰκόσι, τοὺς δὲ νεωτέρους, αὐτὸς παρὼν καὶ καθαίρων. «Οὐ γὰρ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς», ἔφη τις τῶν ἐν τῷ νόμῳ ζησάντων τῷ παλαιῷ. «Καὶ εἶδον οἱ ὀφθαλμοί μου», φησὶ Συμεών, τὸν Κύριον ἰδών, «τὸ σωτήριόν σου». Καὶ ὅλως πολλαχοῦ τῆς Γραφῆς, ‘σωτήριον’ ὁ Χριστὸς καὶ ‘σωτηρία’ καλεῖται. Ἔτι δὲ «τὰς Γραφάς», φησὶν ὁ Κύριος, «ἐρευνᾶτε, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν»· ζωὴν αἰώνιον τὴν ἰδίαν ἐπίγνωσιν ὀνομάζων. «Αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή», ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, ὁ Κύριος πρὸς τὸν ἑαυτοῦ πατέρα φησίν. Ὥστε ἀπὸ τούτων ἐκεῖνο γίνεται δῆλον ὅτι πᾶσα Γραφὴ διὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐγράφη.