Τὸ δὲ χείριστον τῶν δεινῶν, ὅτι καὶ ἡδύμεθα συνόντες τοῖς κακοῖς δι’ αὐτὴν καὶ ἐχαίρομεν τούτοις ὡς ἀγαθοῖς.
Ὅπερ οὐκ ἦν ὅλως ἀναδῦναι δυναμένων, οὐδὲ ἐλευθερίαν ζητῆσαι. Καὶ τί λέγω ζητῆσαι, οὐδὲ ὅλως ἐλπίσαι. Ταύτης τοίνυν τῆς οὕτω πικρᾶς δουλείας καὶ τυραννίδος τοῦ πονηροῦ ἐλευθέρωσεν ὁ δεσπότης ἡμᾶς οὐ βίᾳ, οὐδὲ τυραννίδι, οὐδὲ ἁρπάσας, ἀλλὰ δικαιοσύνῃ τοῦτο καὶ κρίσει ποιήσας καὶ τὴν ὠνὴν καταβαλὼν καὶ ἀγοράσας ἡμᾶς. Οὐκοῦν δοῦλοι ἐσμέν. Ἐπεὶ τιμῆς ἠγοράσθημεν, οὐδὲ ἐσμὲν ἑαυτῶν, ἀλλὰ τοῦ ἐξωνημένου· οὐδὲ ἐξουσιάζομεν ἡμεῖς ἑαυτῶν, ἀλλὰ ὁ καταβαλὼν τὸ τίμημα ὑπὲρ ἡμῶν, εἴ γε τὰ δίκαια ποιεῖν ἐθέλοιμεν. Κατέβαλε δὲ ὁ Σωτὴρ οὐκ ἀργύριον, οὐδὲ χρυσίον, οὐδὲ ἀνδράποδα, οὐδὲ ἔπιπλον, ἀλλὰ φρικωδεστάτην τε καὶ ξένην ὠνήν· αἷμα, πῶς εἴπω, Θεοῦ. Ὥσπερ τοίνυν ὁ δοῦλος, οὐ πρὸς ἑαυτὸν ὁρᾷ, οὐδὲ τὰ ἑαυτοῦ μεριμνᾷ, ἀλλὰ τὰ τοῦ κυρίου αὐτοῦ καὶ πρὸς τὴν τούτου ζῇ γνώμην, οὕτω οὐδὲ ἡμεῖς ὀφείλομεν πρὸς ἄλλο τι ἔχειν τὸν νοῦν, οὐδὲ ἄλλο τι μεριμνᾶν ἢ μελετᾶν ὅλως ἢ τὰ τοῦ ἡμετέρου δεσπότου τε καὶ κυρίου, καὶ τοῦτον μόνον φιλεῖν ὅλῃ ψυχῇ τε καὶ γνώμῃ καὶ στέργειν καὶ τοῦτον ἐθέλειν καὶ τὰ αὑτοῦ πάντα καὶ μόνον φαντάζεσθαι νύκτωρ καὶ μεθημέραν καὶ ζητεῖν ἐξάπαντος τρόπου εἴ γε δοῦλοί ἐσμεν εὐγνώμονες καὶ μὴ πρὸς τὴν δουλείαν ἀφηνιάζομεν.