Ἐν ταύτῃ, φησίν, ἀνοίξατε τῇ σοφίᾳ, ταῦτα διηνεκῶς καὶ λέγοντες καὶ ἀκούοντες, καὶ τοῦτο οὐ ῥᾳθύμως, ἀλλὰ σπουδαίως ποιεῖτε καὶ προσέχοντες ὑμῖν αὐτοῖς. Καὶ αὐτοὶ πᾶσαν ἀναβοῶσι τὴν ὁμολογίαν τὸ τῆς πίστεως σύμβολον. Εἶτα ὁ ἱερεύς· «Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου.» Ἐπὶ τῆς ὁμολογίας, φησί, ταύτης στῶμεν, μὴ διὰ πιθανολογίαν αἱρετικῶν σαλευώμεθα. Στῶμεν μετὰ φόβου, ὅτι πολὺς ὁ κίνδυνος τοῖς ἀμφιβολίαν τινὰ περὶ τῆς πίστεως ταύτης ἐν τῇ ψυχῇ δεξαμένοις. Οὕτω δὲ βεβαίως ἑστώτων ἐν τῇ πίστει, φησί, καὶ ἡ τῶν δώρων ἡμῶν πρὸς τὸν Θεὸν προσαγωγὴ κατὰ λόγον γινέσθω. Τί δὲ κατὰ λόγον; τὸ «Ἐν εἰρήνῃ». «Πρόσχωμεν, φησί, τὴν ἁγίαν ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν»· μέμνησθε γὰρ τῶν λόγων τοῦ Κυρίου· «Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ μνησθῇς ὅτι ἔχει τις κατὰ σοῦ, διαλλάγηθι πρῶτον, εἶτα ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.» Οἱ δὲ πιστοὶ ἀποκρίνονται· Προσφέρομεν, οὐ μόνον μετ’ εἰρήνης, ἀλλὰ καὶ αὐτὴν τὴν εἰρήνην ἀντὶ δώρου καὶ θυσίας ἑτέρας.