Ἵνα μάθῃς ὅτι τὸ ἁγιάζειν ὁ Σωτὴρ οὐχ ὡς ἄνθρωπος ἔχει, ἀλλ’ ὡς Θεός· καὶ διὰ τὴν δύναμιν τὴν θείαν, ἣν κοινὴν κέκτηται μετὰ τοῦ Πατρός.
Τοῦτο καὶ αὐτὸς ὁ Κύριος δηλῶσαι βουλόμενος, ὅτε ἐτέλει τὸ μυστήριον, εἰς τὸν οὐρανὸν ἔβλεπε καὶ τῷ Πατρὶ ἀνεδείκνυ τὸν ἄρτον. Διὰ τὸν αὐτὸν λόγον καὶ ἔνια τῶν θαυμάτων οὕτω φαίνεται ποιῶν ἐν σχήματι τῆς πρὸς τὸν Θεὸν εὐχῆς ἵνα δείξῃ ὡς οὐ φύσεως ἐστὶ ἀνθρωπίνης τὰ τοιαῦτα, καθ’ ἣν Μητέρα ἔσχεν ἐπὶ τῆς γῆς, ἀλλὰ τῆς αὐτοῦ θεότητος, καθ’ ἣν τὸν Θεὸν εἶχε Πατέρα. Καὶ ὅτε δὲ ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, βουλόμενος σημᾶναι τὰς δύο θελήσεις αὐτοῦ, τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, τὴν μὲν θέλησιν τὴς ἑαυτοῦ θεότητος τῷ Πατρὶ ἀνετίθει, τὴν δὲ θέλησιν τῆς ἀνθρωπότητος ἑαυτοῦ θέλησιν ἔλεγεν εἶναι· «Οὐχ ὡς ἐγὼ θέλω, φησίν, ἀλλ’ ὡς σύ», καί· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.» Ὅτι γὰρ καὶ αὐτὸς ταύτην ἤθελε τὴν θέλησιν, ἣν ἀπεκλήρου τῷ Πατρί, δῆλος μὲν ἦν καὶ ἀπ’ αὐτῶν τούτων τῶν ῥημάτων, ἐν οἷς δοκεῖ διαιρεῖν τὴν ἑαυτοῦ θέλησιν τῆς θελήσεως τοῦ Πατρός. Τὸ γάρ· «Μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω» συντιθεμένου ἦν καὶ τὰ αὐτὰ βουλομένου. Δῆλος δὲ ἦν, ὅτε ἐπετίμα τῷ Πέτρῳ ἀπευχομένῳ τὸν σταυρὸν αὐτοῦ καὶ τὸν θάνατον· καὶ ἔτι ἐν οἷς ἔλεγεν· «Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν.»