Καὶ διὰ τοῦτο τῆς μὲν ἀρετῆς ἕνεκα καὶ τελεταὶ καὶ πᾶς πόνος, πρὸς δὲ τὴν δύναμιν ἐκείνην οὐδεὶς οὐδὲν ἐμηχανήσατο τῶν ἐπισταμένων ὡς δεῖ πονεῖν. Καὶ τί λέγω;
Μὴ παρόντων οὐδένα πόθον ἔλαβον οὐδ’ ἐζήτησαν ὧν παρόντων οὐδὲ χαίρειν ἔξεστι. «Μὴ χαίρετε γάρ, φησίν, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ὃ τοίνυν μήτε ποιεῖ τὴν ἀρετὴν μήτε γοῦν δύναται μηνῦσαι παροῦσαν, περίεργον εἴ τις ἐκείνην ζητῶν τοῦτο πολυπραγμονεῖ. Ἀλλ’ οὐδ’ εἰ θεωριῶν τινων ἀπολαύοι καὶ ἀποκαλύψεων τυγχάνει καὶ τὰ μυστήρια πάντα οἶδεν, ἀπὸ τούτων αὐτὸν εἰσόμεθα καὶ θαυμάσομεν. Καὶ ταῦτα γὰρ ἐνίοτε ἀκολουθεῖ τοῖς ἐν Χριστῷ ζῶσιν, οὐ συνίστησιν οὐδ’ ἐργάζεται τὴν ζωήν· ὥστε μηδὲν πλέον εἰς ἀρετὴν εἶναι τῷ πρὸς ταῦτα μόνον ὁρῶντι. Καὶ τοῦτο δείκνυσιν ὁ μακάριος Παῦλος, ἐν οἷς Κορινθίοις γράφων· «Ἐὰν εἰδῶ, φησί, τὰ μυστήρια πάντα καὶ ἔχω πᾶσαν τὴν γνῶσιν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι καὶ γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.» Ὅθεν τἄλλα παραδραμόντες, εἰς αὐτὴν ἴδωμεν τὴν θέλησιν τῆς ψυχῆς, ἐν ᾗ καὶ χρηστότης συνέστηκεν ἀνθρώπου καὶ πονηρία, καὶ τὸ ἀληθῶς ὑγιαίνειν καὶ τὸ νοσεῖν, καὶ καθόλου ζῆν ἢ τεθνάναι, ἣν τὸ ἀγαθὴν εἶναι καὶ πρὸς Θεὸν μόνον ἔχειν, ἡ μακαρία ἐστὶ ζωή.