Καὶ πάντα λόγῳ βραχεῖ δηλῶν ὁ μακάριος Παῦλος, «Οὐκ ἔστε, φησίν, ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς». Ὁ δὲ πεπραμένος οὐ πρὸς ἑαυτὸν ἀλλὰ τὸν ἐωνημένον ὁρᾷ καὶ πρὸς τὴν ἐκείνου ζῇ γνώμην. Καίτοι τοῖς μὲν ἀνθρώποις ὁ δουλεύων τὸ σῶμα δέδεται μόνον πρὸς τὸ τῷ δεσπότῃ δοκοῦν, τὴν δὲ γνώμην καὶ τὸν λογισμὸν ἐλεύθερός ἐστιν ὅ τι ἂν βούλοιτο χρῆσθαι. Ὃν δὲ ὁ Χριστὸς ἠγόρασεν οὐκ ἔστιν ὅπως ἐστὶν ἑαυτοῦ· ἐπεὶ καὶ τὸν ἄνθρωπον ὁλόκληρον, ἀνθρώπων μὲν οὐδεὶς ὠνήσατο οὐδ’ ἔστιν οὗ τιμήματος ψυχὴν λαβεῖν δυνατὸν ἀνθρωπίνην· ὅθεν οὐδεὶς ἔλυσεν ἄνθρωπον ἢ ἐδουλώσατο τοῦ σώματος περαιτέρω. Ὁ δὲ Σωτὴρ ἅπαντα τὸν ἄνθρωπον τυγχάνει πριάμενος, ὅτι καὶ ἄνθρωποι μὲν ὑπὲρ ἀνδραπόδου χρήματα καταβάλλουσι μόνον, ἐκεῖνος δὲ ἑαυτὸν εἰσήνεγκε καὶ τὸ σῶμα προὔδωκε καὶ τὴν ψυχὴν ὑπὲρ τῆς ἡμετέρας ἐλευθερίας· καὶ τὸ μὲν ἀποθανεῖν ἐποίησε, τὴν δὲ τὸ οἰκεῖον ἀφείλετο σῶμα· καὶ τὸ μὲν ὠδυνήθη πληττόμενον, ἐκείνη δὲ ἠνιάσθη οὐ σφαττομένου τοῦ σώματος μόνον ἀλλὰ καὶ πρὸ τῆς πληγῆς· «Περίλυπός ἐστι, φησίν, ἡ ψυχή μου ἕως θανάτου».