Eph 2,9—10 〈Οὐκ ἐξ ἔργων,〉 ἵνα μή τις πρόφασιν ἀπονοίας λάβῃ, ὡς ἐξ οἰκείων ἔργων σωθείς. καίτοι καὶ εἰ ἐξ ἔργων ἐνῆν σώζεσθαι, οὐδ᾽ οὕτως, φησίν, ἐχρῆν εἰς ἀπόνοιαν καὶ καύχησιν ἐκπεσεῖν. διὰ τί; ὅτι 〈ποίημά ἐσμεν〉 τοῦ θεοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ ἀγαθοεργεῖν κτισθέντες· ὥστε καὶ εἰ ἐξ ἔργων ἐσωζόμεθα, εἰς θεὸν ἂν εἴημεν δίκαιοι ἀναφέρειν τὴν αἰτίαν καὶ τὴν εὐχαριστίαν, ὅτι αὐτὸς ἡμᾶς ἐπὶ τούτῳ ἔκτισεν, ἀλλ᾽ οὐχὶ εἰς ἑαυτοὺς τὰ τῆς ἀπονοίας κρατύνειν. ὅτε δὲ καὶ 〈κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς〉 οὐ μόνον οὐδὲν ἠγαθουργήσαμεν, ἀλλὰ καὶ εἰς τοὐναντίον ἀπηνέχθημεν, καὶ ἀπενεχθέντες οὐκ ἐξ ἑαυτῶν ἀπεστράφημεν, ἀλλὰ χάριτι καὶ δωρήματι τοῦ θεοῦ, πηλίκη τις ἡ εὐχαριστία παρ᾽ ἡμῶν ὀφείλεται τῷ θεῷ; τὸ δὲ 〈ἐπὶ ἔργοις ἀγαθοῖς κτισθέντες〉 ἅμα καὶ προτρέποντός ἐστι καὶ διανιστῶντος ἐπὶ πράξεις ἀγαθάς, ἵνα εἴπῃ· χρεῶσταί ἐστε ποιεῖν τὸ ἀγαθόν, καὶ ἀρχαῖόν ἐστι τὸ χρέος· ἐπὶ τούτῳ γὰρ ἐκτίσθητε. ἀλλὰ καὶ τόκοις αὐτὸ πολλοῖς ἐβαρύνατε καὶ ηὐξήσατε, μηδὲν ἀποδιδόντες ἀλλὰ καὶ διὰ παραβάσεως προστιθέντες. χρεία οὖν πολλῆς σπουδῆς καὶ ἐπιμελείας εἰς τὸ τὰ ὀφειλόμενα ἀποτίσαι.