Εἶτα εἰπὼν τὰ θεῖα περὶ τοῦ υἱοῦ καὶ ὑπερφυῆ, μέτεισι καὶ ἐπὶ τὰ λοιπὰ ἃ ὑπερθαύμαστα μέν ἐστιν, οὐδὲν ἔλαττον καὶ ὑπερφυῆ, ταπεινὰ δὲ ὅμως ὡς ἀκοῦσαι δόξαι καὶ εὐτελῆ, θάνατος καὶ σφαγή. ἀλλὰ ...
Hebr 1,4—5 Ἡ κληρονομία κυρίως τῶν προσηκόντων γίνεται, ἀλλ᾽ οὐ τῶν ἠλλοτριωμένων. 〈ἐκληρονόμησεν〉 οὖν, ὅπερ ἄνωθεν ἐνῆν τῷ λόγῳ, τοῦτο κατενεχθὲν δι᾽ αὐτοῦ καὶ ἡ προσληφθεῖσα σάρξ. τί δέ ἐστι τοῦτο; τὸ 〈υἱός,〉 τὸ λέγεσθαι τὸν τῶν ὅλων θεὸν πατέρα αὐτῆς, τὸ 〈γεγέννηκά σε. τὸ δὲ σήμερον〉 οὐ χρόνου δηλωτικόν, ἀλλὰ τοῦ μηδέποτε διεσπᾶσθαι τὸν πατέρα τῆς γνησιότητος τῆς πρὸς τὸν υἱόν, οἷον· ἀεί, φησίν, οὕτως πρὸς σὲ διάκειμαι οὐχ ὡς παρελθούσης τῆς γεννήσεως, ἀλλ᾽ ὡς ἐνεστηκυίας διαπαντὸς καὶ καθ᾽ ἑκάστην ἀρχὴν ἀλλ᾽ οὐ τέλος λαμβανούσης. σκόπει δέ, μή ποτε μᾶλλον οὕτως ἁρμόζει· ἄμφω μὲν εἰρῆσθαι ἐπὶ τοῦ Χριστοῦ, τό τε 〈υἱός μου εἶ,〉 καὶ τὸ 〈ἐγὼ σήμερον γεγέννηκά σε,〉 ἀλλὰ τὸ μὲν 〈υἱός μου εἶ〉 καθὸ λόγος—τὴν ἀΐδιον γὰρ διὰ τοῦ 〈εἶ〉 γέννησιν σημαίνει—τὸ δὲ 〈σήμερον γεγέννηκά σε〉 καθὸ σάρξ· τὴν πρόσφατον γὰρ γέννησιν ἐμφαίνει.