Hebr 3,9 Ἢ οὗ ἐπείρασαν πειρασμοῦ, ἵνα ἦ τὸ οὗ ἄρθρον, ἀλλὰ μὴ τόπου δηλωτικόν.
Hebr 3,12 Πολλαὶ μέν εἰσι 〈καρδίαι πονηραὶ ἀπιστίας·〉 ἔστι γὰρ καρδία πονηρὰ ἀπιστίας τὸ μὴ πιστεύειν κακὸν εἶναι τὸ φιλοχρηματεῖν, τὸ ἄρχειν ὕβρεως, τὸ μεθύσκεσθαι, καὶ μυρία ἄλλα. μεῖζον δὲ καὶ ἀσυγκρίτως καρδία ἐστὶ πονηρὰ ἀπιστίας ἡ ἀφισταμένη τῆς πίστεως τῆς πρὸς τὸν θεόν. βλέπετε οὖν, φησί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας· ἀπιστίας δέ, φημί, τῆς ἀφεστώσης 〈ἀπὸ θεοῦ ζῶντος.〉 καλῶς δέ φησιν· 〈καρδία πονηρὰ ἀπιστίας·〉 ἔστι γὰρ καὶ καρδία ἀγαθὴ ἀπιστίας ὡς τὸ 〈μὴ πιστεύετε παντὶ πνεύματι, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν.〉 Hebr 4,2 〈Μὴ συγκεκραμένους,〉 φησί, 〈τοῖς ἀκούσασιν,〉 τοῦτ᾽ ἔστι τοῖς πεπιστευκόσιν. πῶς δὲ ἦν αὐτοῖς συγκραθῆναι; 〈ἐν τῇ πίστει,〉 φησί, τοῦτ᾽ ἔστι διὰ πίστεως· εἰ γὰρ ἐπίστευσαν οὗτοι ὥσπερ κἀκεῖνοι, εἰς ἓν ἂν συνηλαύνοντο, τῆς πίστεως οἷον κολλώσης αὐτοὺς καὶ συγκιρνώσης.