Περὶ τοῦ ὅτι οὐ μάχεται, κἂν δοκῇ τισι, τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον
Περὶ τοῦ ὅτι οὐ μάχεται, κἂν δοκῇ τισι, τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα’ καὶ τὸ ‘οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω’.
Τὸ ‘εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον ἐλήλυθα’ καὶ τὸ ‘οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω’ οὐ μόνον οὐδεμίαν ἐναντιότητα πρὸς ἄλληλα φέρουσιν, ἀλλὰ μᾶλλον καὶ πολλὴν τὴν ἀκολουθίαν καὶ συμφωνίαν δεικνύουσιν. ‘εἰς κρίμα ἐγώ’ φησίν ‘εἰς τὸν κόσμον ἐλήλυθα’· οἱ γὰρ ὀφείλοντες βλέπειν ἑκόντες τυφλώττουσιν, καὶ ὅσοι τυφλώττειν ἐνομίζοντο πρὸς τὸ φῶς τῆς ἀληθείας ἐδείχθησαν βλέποντες. οἱ μὲν γὰρ τὴν σωτηρίαν οὐ προσήκαντο, οἱ δὲ παραγενομένῃ προσέδραμον· ὥστε κἂν ἡ ἐμή, φησίν, ἔλευσις ἐπὶ σωτηρίᾳ τοῦ κόσμου γεγένηται, ἀλλ’ οὖν οἱ ἐθελοκάκῳ ῥοπῇ πρὸς τὴν ἰδίαν ἀπαυθαδιζόμενοι λυσιτέλειαν κρίμα ἑαυτοῖς τὴν ἐμὴν παρουσίαν κατεπράξαντο.
τί οὖν οὐ πῦρ κατάγεις οὐδὲ τὴν γῆν αὐτοῖς ἐπισείεις οὐδὲ τοὺς καταρράκτας τοῦ οὐρανοῦ ἀνοίγεις καὶ βυθίζεις αὐτῶν τὴν ἀπόνοιαν; ‘ὅτι οὐκ ἦλθον’ φησίν ‘κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι’, ἀλλ’ ἀνακαλέσασθαι, διὰ τοῦτο μακροθυμῶ, διὰ τοῦτο ταμιεύομαι τὴν κρίσιν· οὐ γὰρ κρίσεως καιρὸς τῆς πρώτης μου παρουσίας ὁ καιρός, ἀλλὰ φιλανθρωπίας, ἀλλὰ συμπαθείας, ἀλλ’ εὐμενείας, ἀλλ’ ἀνακλήσεως.