Γαλάτωνι ἀσηκρῆτις
Ἀρχέτυπον, οἶμαι, καὶ οὐ πρὸς μίμησιν ἑτέρων μεμηχανημένον τοῦ καλοῦ σου φίλου τυγχάνει τὸ ψεῦδος· ποιηταῖς μὲν γάρ, καίτοι φιλομυθοῦσιν, οὐ λέγω κωμικοῖς, ἀλλ’ οὐδὲ τραγικοῖς οὐκ ἂν πεισθείη συγκρίνεσθαι, πολλῷ δὲ μᾶλλον οὐδ’ οἷς τὰ ἡρώων παρωνύμῳ μέτρῳ ἐξῄρηται. ὅπου δὲ ποιητῶν ἁπάντων ἐν τῷ σχεδιάζειν ὑπερωφρύωται, τί ἱστορικῶν ἢ συγγραφέων εἰς μνήμην χρεία καὶ παράθεσις; πρὸς ἕνα τινὰ λοιπὸν γενναῖον, οἶμαι, τὰ ψεύδη μέγας αὐτῷ καὶ ἀμφήριστος ὑπολείπεται ὁ ἀγών. τίς οὖν ἐστιν οὗτος; οὐκ ἐν Ἕλλησιν, οὐδ’ ἐν βαρβάροις ἀξιοῖ πολιτεύεσθαι· γῆν δὲ ἄγνωστον ἀνθρώποις, μᾶλλον δ’ ἀνύπαρκτον ὅλως, καὶ γένος ἀκατονόμαστον ἐπιζητήσας, κἀκεῖθεν ἐπιδημῶν τοῖς μύθοις τῶν ἀπορρήτων ὑφηγητὴς μετὰ φοβερᾶς τῆς ὀφρύος προκάθηται. Τιμοκλέα ποτέ, μᾶλλον δὲ Χλονθάχοθλον τὸν Ὀφιοκανόν (δεῖ γάρ, ὡς ἔοικεν, καὶ τὰ ὀνόματα τερατεύεσθαι) κουρίζων ἴσως ἢ μειρακίζων τοῖς μαθήμασιν ἤκουσας, Ὀφιοκανῶν ἐκείνων, οὓς αὐτὸς ὑπεστήσατο, γένος καὶ φύσιν καὶ πολιτείαν καὶ μάχας καὶ νίκας καὶ βίων αἰῶνας καὶ ἡλικίας καὶ εὐδαιμονίας, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ φυτῶν καὶ ζῴων καὶ γῆς καὶ θαλάσσης καὶ ἀέρος καὶ ὑπερβολὴν ψευσμάτων τερατευσάμενον.