Εἰ γὰρ ἐπ’ ἀναιρέσει, τοῦ μὴ εἰκονίζεσθαι Χριστόν, εἴρηται τῷ Ἀποστόλῳ. Ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου· οὔπω ὡμολόγηται αὐτῷ ὁμοιωθῆναι ἀνθρώποις.
Καὶ πῶς φησι ἑτέρωθι· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος ἄχρι θανάτου, θανάτου δὲ σταυροῦ; Οὐκοῦν ἑαυτῷ ἐναντιοῦται· πῆ μὲν ἀναιρῶν τὸ ὁμοιωθῆναι ἀνθρώποις Θεόν· πῆ δὲ ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι βεβαιῶν. Ἀλλὰ ἄπαγε τῆς ἀβελτηρίας. Τὸ μὲν γὰρ τοῖς εἰδωλολάτραις ἀπονενέμηται. ἀλλάξασι τὴν δόξαν ὡς ἀληθῶς τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Τὸ δὲ τοῖς πιστοῖς, οἷς ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος, ὁμοιωθῆναι πεπίστευται· οὐ κατὰ τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ κατὰ τὸ ἑαυτὸν κενῶσαι, καὶ μορφὴν δούλου λαβεῖν, σχήματί τε εὑρεθῆναι ὡς ἄνθρωπον· ἅτινά ἐστι περιγραφῆς ἰδιώματα.