Λύσις πρὸς τοῦτο, ἀντερωτημάτως.
Καὶ πῶς ἂν δύναιτο, ὦ βέλτιστοι, ταυτότης προσκυνήσεως μὴ σώζεσθαι ἐπί τε Χριστοῦ καὶ τῆς αὐτοῦ εἰκόνος, εἴ γε τοῦ Χριστοῦ ἐστιν ὁμοίωσις ἡ εἰκών, καὶ ἐν ἑαυτῇ δείκνυσι τὸν Χριστόν; Εὔγνωστον γὰρ δήπουθεν καὶ πᾶσιν ὡμολογημένον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ ὄψει, φέρε εἰπεῖν Θωμᾶ, τὴν ἑτέρου ὄψιν, φέρε εἰπεῖν Λουκᾶ, κατίδοι. Οὐδ’ ἄν τις ἔχοι λέγειν Θωμᾶν ἑωρακώς, ὅτι δὴ Λουκᾶν τεθέαται. Ἐν γὰρ τοῖς ταυτεμφερέσιν ἡ τῆς ὁμοιώσεως ἐπίδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι τῷ χαρακτηριστικῷ ἰδιώματι. Εἰ οὖν τοῦτο ἀληθές, καὶ ὁ ἑωρακὼς τὴν εἰκόνα Χριστοῦ, ἐν αὐτῇ ἑώρακε τὸν Χριστόν, ἀνάγκη πᾶσα τῆς αὐτῆς εἶναι λέγειν, ὥσπερ ὁμοιώσεως, οὕτως καὶ προσκυνήσεως τὴν εἰκόνα Χριστοῦ πρὸς Χριστόν.