ΑΙΡ. Θεωρία τὸ λεγόμενον, κἂν παρὰ ἁγίου ἱστορῆται. ἀλλ’ οὐκ ἔχουσα λόγου δογματικοῦ βεβαίωσιν.
ΙΘʹ. ΟΡΘ. Ὅτι μὲν οὖν θεωρία, σύμφημι· οὐκ ἂν δέ, εἰ μὴ ἀληθής, τῷ ἁγίῳ ἱστόρητο. Καὶ ὁ μὲν δογματικὸς λόγος προαποδέδεικται· παρείληπται δὲ ἡμῖν τὸ θεώρημα ἐνταῦθα παραδειγματικῶς. Τὰ γὰρ παραδείγματα, ὄμματα τῶν λεγομένων καὶ εἰσὶ καὶ λέγονται. Εἰσηγεῖται δέ τι κἀνταῦθα καὶ παραδοξότερον ὁ μακάριος Ἀθανάσιος· ὡς τοσοῦτον τὰ τοῦ παραγώγου κοινωνεῖ τῷ πρωτοτύπῳ. ὅσον καὶ τὸ πάθος τῆς εἰκόνος Χριστοῦ, πάθος ὀφθῆναι αὐτοῦ δὴ Χριστοῦ, οὑτωσὶ λέγων· «Δεῦρο, ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο. Τότε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἰουδαῖοι κατενέγκαντες, ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ ποτε, οὕτως καὶ ἡμεῖς ἐμπαίξωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Χριστοῦ, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον οἱ συνελθόντες ἔνθεν κἀκεῖθεν, ἤγουν τὴν εἰκόνα τοῦ Κυρίου, λέγοντες, Ὅσα ἐποίησαν αὐτῷ οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν· Ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς τὸ αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Κυρίου· ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν αὐτῷ.