ΑΙΡ. Ὄμμασι κεκαθαρμένοις τεθέανται οἱ ἀπόστολοι τὸν Κύριον, οἷς ἡμᾶς προσβλέπειν οὐκ ἐφικτόν.
ΜϚʹ. ΟΡΘ. Ἀλλὰ τί φησιν ὁ Κύριος πρὸς τὸν Θωμᾶν; Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Τοιγαροῦν, ὡς εἶδον οἱ ἀπόστολοι καὶ παρέδοσαν. καὶ πρὸ πάθους καὶ μετὰ τὴν ἀνάστασιν· οὕτω καὶ παρελάβομεν, οὕτω καὶ Χριστὸν περιγράφομεν. Οὐ γὰρ ἔφασαν ἡμῖν, οἷς ἑώρων ὀφθαλμοῖς μὴ ἐφικτὸν εἶναι ὑφ’ ἡμῶν τεθεᾶσθαι· ἐπεὶ καὶ πρὸ τοῦ πάθους, ἡνίκα ἔμελλον καταποντίζεσθαι ἐν τῷ πλοίῳ, ἄφνω ἐπέστη ὁ Κύριος περιπατῶν ἐπὶ τῆς θαλάσσης· ὅπερ οὐκ ἦν φύσεως ἀνθρωπίνης, τὸ ὕδωρ ἄστατον, καθά φησιν ὁ θεῖος Διονύσιος, ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος, καὶ μὴ ὑπεῖκον, ἀλλ’ ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. Ἀλλ’ ὅμως τὰ ὑπὲρ φύσιν πρὸ τοῦ πάθους θέλων ἐπεδείκνυτο. Τί γὰρ θελήσαντι αὐτῷ καὶ οὐ πάρεστιν εἰς δύναμιν; Οὕτω γοῦν καὶ μετὰ τὴν ἀνάστασιν, καὶ ἔξω παχύτητος ὤν, τὰ ὡς ἐν παχύτητι ἡνίκα ἐβούλετο ἐπιδείκνυσθαι, καὶ ἐ<τε>θεᾶτο, καὶ ἐψηλαφᾶτο, καὶ συνηλίζετο· ἅπερ ἐστὶ περιγραφῆς ἐναργοῦς ἰδιώματα.