Ἄλλο.
ζʹ. Ὅτι τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, τῶν δύο φύσεων Χριστοῦ ἐστι δηλωτικόν, τῆς τε ἀπεριγράπτου καὶ περιγεγραμμένης.
Εἰ τό, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τῆς ἀνθρωπότητος, τὸ δέ, Πρὸ πάντων βουνῶν γεννᾷ με, τῆς θεότητος· ἀνάγκη τὸν ταῦτα λέγοντα, ὡς μὲν κτιστὸν περιγραφῇ ὑποπίπτειν· ὡς δὲ ἄκτιστον, ἀπερίγραπτον εἶναι. Εἰ δὲ διὰ τὸ θατέρῳ περιγεγράφθαι καὶ θάτερον συμπεριγράφοιτο, ἤτοι τῷ κτιστῷ τὸ ἄκτιστον, πᾶσα ἀνάγκη τὸ μὲν ἐξ ἀπεριγράπτου εἰς περιγραπτὸν μεταφοιτῆσαι· τὸ δὲ ἐκ περιγραπτοῦ εἰς ἀπερίγραπτον· ἀντιδιδούσης θατέρας φύσεως θατέρᾳ τὸ οἰκεῖον, καὶ ἀπολλυούσης τὸ προσὸν αὐτῇ φυσικὸν καὶ ἀκοινώνητον ἰδίωμα· καὶ οὐδεμιᾶς λοιπὸν οὔσης ἐν αὐτῷ ἀληθῶς, διὰ τῆς κενῆς ἀντιστροφῆς· ὅπερ ἄτοπον.