Ἀβέλτερε ἄνθρωπε καὶ νοσῶν ὄντως ἀνίατα, παῖδα ἔχων ἀγαθόν, εἶτα τοῦτον ἐξὸν θεραπεῦσαι περιορῶν, ἑτέρου γάμου φροντίσιν ἑαυτὸν ἐπιρρίπτεις καὶ περιττοῖς προΐεσαι δαπανήμασιν.
Ἀλλ’ οὐχ ἡ σὴ μήτηρ, ὦ βασιλεῦ, ἑάλω τοῖς τοιούτοις δικτύοις· ἀλλὰ γὰρ πάντας ἀνθρωπίνους λογισμοὺς διαπτύσασα καὶ τὸ ἐπικαλέσασθαι τὸ ὄνομα ἐπὶ τῶν γαιῶν τοῖς γεηροῖς ἀπορρίψασα, ναὸν ἑαυτὴν κατεσκεύασεν, οἷον ὁ ἀρχιτέκτων Παῦλος ἡμῖν ὑποτίθεται, τῷ θεμελίῳ Χριστῷ, καὶ ἄργυρον καὶ λίθους ἤδη τιμίους διὰ τῶν πενήτων ὡς ὑπουργῶν ἐποικοδομήσασα· πολλὰ μὲν γὰρ καὶ τῶν πολιτῶν τοῖς μάλιστα δεομένοις ἐλέους διένειμε, πολλοῖς δὲ καὶ τὸ μοναχικὸν ἐψυχαγώγησε σύνταγμα, ὅσον τε θῆλυ καὶ ὅσον ἄρρεν, ἅπαν κατὰ τοῦ κοσμοκράτορος ἀνδριζόμενον· οὐδὲ τὰς ἀντιπέραν νήσους ἀφῆκας ἐκτὸς εἶναι τῆς σῆς κατασχέσεως, ἀλλὰ κἀνταῦθα τὸν σπόρον σου ἔσπειρας, ὃν ἐν ἀγαλλιάσει καιροῖς ἰδίοις μὴ ἐκλυομένη θερίσειας, ὥστε καί σε λέγειν δύνασθαι· ἐγκαινίζεσθε πρός με, νῆσοι, τὴν ἄρτι γενομένην ὑμῶν σώτειράν τε καὶ θρέπτειραν. Τὰ δ’ εἰς τοὺς καθεκάστην παραβάλλοντάς σοι γινόμενα, πῶς μὲν ἕκαστον αὐτῶν ὑποδέχῃ ὡς ἄγγελον Θεοῦ, ὡς Χριστὸν Ἰησοῦν, πῶς δὲ ἡ δόσις μεθ’ ἱλαρότητος, πῶς δὲ σὺν ταύτῃ καὶ ἡ δαψίλεια, τίς πάντα δυνατὸς ἐξηγήσασθαι, μᾶλλον δὲ τίς πᾶσιν ἐπιβαλλόμενος οὐ καταγέλαστος ἔσεται;