Τί γὰρ ἂν μὴ τὸν δεῖνα συνέπεισα καθάπερ Λεωνίδης τὸν τρέσαντα;
Ἀλλ’ ἆρον κύκλον τοὺς ὀφθαλμούς σου, ὅστις μὴ τῷ φθόνῳ τούτους ἠλλοίωσας, καὶ ἴδε τὰ τῶν ἐλαιῶν μοι νεόφυτα κύκλῳ τῆς τραπέζης πεφυτευμένα, παρὰ τὰς διεξόδους τῶν ὑδάτων ἐρριζωμένα, ἃ καὶ τὸν καρπὸν ἐν καιρῷ τούτων ἀποδώσουσιν. Οὐ γὰρ ἀνήσω περισκάπτων τε καὶ ἀρδεύων καὶ ἀποκαθαίρων, ὡς οἷόν τε, κἄν ποτε δεήσῃ, προσεπιβάλλων καὶ τὰ τῆς ἀτιμίας καὶ ἐπιτιμήσεως κόπρια καὶ ἐπὶ πᾶσι τὸν ἐμὸν τρόπον αὐτοῖς προτιθείς, πρᾶγμα πρὸς πειθὼ βιαιότερον. Εἰ μή με γάρ τις ὑπέρφρονά τινα γράφοιτο καὶ διὰ τοῦτο καὶ ἄφρονα, ὡς συνετὸν παρ’ ἑαυτῷ καὶ ἐμαυτοῦ ἐνώπιον ἐπιστήμονα καὶ πέρα τῶν ἀνθρωπίνων μέτρων τετυφωμένον, οὐκ ἐπαινῶ τὰς τῶν πολλῶν περιεργίας καὶ ἀκοσμίας, οὐδὲ τοῖς ὀθνείοις βίοις ἑαυτὸν ἑστιῶ, ἀλλὰ τὸ τῆς φύσεως ζητητικὸν καὶ πολύπραγμον ἐπὶ τοὺς ἀρχαίους σοφοὺς μετωχέτευσα, καὶ φορτικὸν μέν, ἐρῶ δ’ ὅμως ἀναγκαζόμενος, ὀλίγα με τῶν ἀρχαίων πονημάτων διέφυγε· κἂν τεχνικὸν εἴποις, κἂν ἐπιστημονικόν, κἂν ἱστορικόν, οἶδα τὴν ἑκάστου προαίρεσιν. Εἰ δὲ μὴ τούτοις ὁμοῦ προστέτηκα ξύμπασιν, ἀλλ’ ἑνὸς ἔργου προΐσταμαι. Τί τοῦτο; φατέ, οἱ βασκαίνοντες.