Προσλαλιά τινι τῶν αὐτοῦ ὁμιλητῶν περὶ ὧν ἐγκαλοῦνται Λατῖνοι
Εἰσῆλθε τὸ ἀξίωμά σου ἐνώπιόν μου, εὐλαβέστατέ μοι ἐν Κυρίῳ υἱέ, καὶ κατενόησα μὲν αὐτὸ καλὸν καὶ ὀφθαλμῶν ἀρχιερατικῶν ἄξιον, πλὴν ἀλλ’ ὑπὸ τοῦ νῦν καιροῦ ὥσπερ θυρωροῦ τινος αὐστηροῦ καὶ ἀγνώμονος ἐξωθούμενον. Ἠξίωσας μὲν γὰρ ἡμᾶς ἀντειπεῖν διὰ βραχέων, ὡς οἷόν τε, τοῖς τῶν Λατίνων περὶ τὰ ἐκκλησιαστικὰ σφάλμασι, πολλοῖς τε οὖσιν, ὡς ἔφησας, καὶ πρὸς τὸ σχίζειν τὰς ἐκκλησίας οὐ μικρὰν ἰσχὺν ἔχουσιν. Ἡμεῖς δὲ οὕτω μὲν φρονεῖν περὶ αὐτῶν καὶ τοὺς ἄλλους εἰδότες σχεδόν τι σύμπαντας, αὐτοὶ δὲ οὐχ οὕτω φρονοῦντες—οὔτε γὰρ πολλὰ τὰ σφάλματα οἴδαμεν οὔτε σχίζειν ἐκκλησίας δυνάμενα, ὅτι μὴ μόνον ἓν τὸ φέρον πρὸς αὐτὸ τῆς πίστεως ἡμῶν τὸ κεφάλαιον—, ὀκνοῦμεν τὴν ἐναντίαν θέσθαι τοσούτοις καὶ ταράξαι ψυχὰς εὐθολώτους διὰ τὴν τῆς ἀγάπης ἀπόψυξιν, ἣν ὁ νῦν καιρὸς ἐν ἐμοὶ πρώτῳ εἰργάσατο πληθύνας τὴν ἀνομίαν, ὥσπερ ἠκούσαμεν· οὐ γὰρ ἀδελφικῶς δεχόμεθα τὰ παρὰ τῶν ἀδελφῶν εἰσαγόμενα, ἀλλ’ ἀντιθετικῶς αὐτοῖς προσφερόμεθα καὶ σπεύδομεν αὐτὸς ἕκαστος δόξαι τις τὸν φθάσαντα παραγκωνισάμενος καὶ κριθήσεσθαι παρὰ τοῖς πολλοῖς τὰ πρῶτα τῶν τὰ θεῖα σοφῶν οἰόμεθα, εἰ τοῖς πλησίον αἵρεσίν τινα ἐπιτρίψαιμεν, καὶ φανήσεσθαι δοκοῦμεν ὄμματα ἔχοντες, εἰ τὸν Ἑωσφόρον μελαναυγῆ παρεισάξομεν.