Περὶ τοῦ θύσαντος μετὰ τῶν βαρβάρων, ϛʹ.
Ἦν ἀδελφός τις καθ’ ἑαυτὸν ἀσκούμενος ἐκ νεότητος. Οὗτος, ἀκούσας τὸν θεῖον τοῦ πατρὸς ἡμῶν Παχωμίου βίον, παρεκάλεσεν ἐλθὼν δέξασθαι αὐτὸν εἰς τὸ κοινόβιον. Δεξαμένου δὲ αὐτὸν τοῦ ἁγίου πατρός, ποιήσας ὀλίγον χρόνον μετὰ τῶν ἀδελφῶν, εἰς ἐπιθυμίαν ἦλθε παρὰ τὸ εἰκὸς τοῦ μαρτυρῆσαι, τοῦ κόσμου παντὸς εἰρηνεύοντος καὶ τῆς ἐκκλησίας προκοπτούσης καὶ εἰρηνευούσης τῇ τοῦ θεοῦ χάριτι. Ἐκεῖνος συνεχῶς παρεκάλει τὸν μακάριον· «Εὖξαι, ἀββᾶ, ὑπὲρ ἐμοῦ, ἵνα γένωμαι μάρτυς.» Ὁ δὲ μέγας ἐνουθέτει αὐτὸν μὴ συγχωρῆσαι τῷ λογισμῷ ἔτι τούτῳ εἰς τὴν καρδίαν αὐτοῦ ἐμβληθῆναι. Ἔλεγε δὲ αὐτῷ· «Ἀδελφέ, ὑπόμεινον τοῦ μοναχοῦ τὸν ἀγῶνα γενναίως· καὶ ἀμώμως κατὰ τὴν τοῦ Χριστοῦ εὐαρέστησιν κατορθώσας τὸν βίον ἕξεις ἐν οὐρανοῖς τὴν μετὰ τῶν μαρτύρων κοινωνίαν.» Ἐκείνου δὲ καθ’ ἑκάστην ἐπιτείνοντος τὴν ἐπιθυμίαν εἰς τοῦτο καὶ ὀχλοῦντος τῷ ἁγίῳ ἵνα εὔξηται ὑπὲρ τούτου, ἀποσείσασθαι βουλόμενος ὁ μέγας τὴν τοιαύτην ὄχλησιν εἶπεν αὐτῷ· «Ἔστω, ἐγὼ εὔχομαι· πλὴν εἰ τοῦτο θέλεις, καταλήψεταί σε. Ἀσφαλίζου δὲ σεαυτόν, μήποτε, τῆς ὥρας ἐλθούσης, ἀντὶ τοῦ μαρτυρῆσαι εὑρεθῇς ἀρνούμενος τὸν Χριστόν. Ἀληθῶς γὰρ ἐσφάλης αὐτομολεῖν βουλόμενος εἰς πειρασμόν, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κελεύοντος προσεύχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν.»