Ὁ μέντοι Πετρώνιος, ἐπὶ ὀλίγας ἡμέρας ἐπιβιώσας, καὶ αὐτὸς ἀνεπαύσατο, διάδοχον αὐτοῦ καταλείψας Ὀρσίσιον, ἄνδρα θεοφιλῆ καὶ ἐνάρετον.
Λέγεται δὲ περὶ τῆς τοῦ τρισμάκαρος μονῆς Ταβεννήσης, ἐν ᾗ καὶ ἐτέθη, ὅτι πλῆθος ἦν μοναστῶν ὡσεὶ χιλίων τετρακοσίων· ἐν δὲ τῇ λεγομένῃ Χηνοβοσκίᾳ τετρακόσιοι, τὸν αὐτὸν κανόνα καὶ τὴν αὐτὴν μετερχόμενοι πολιτείαν. Εἶχον δὲ καὶ διαφόρους ἐργασίας ὡς μὴ ἐξεῖναι τούτων τινὰ ἀργὸν διαμένειν. Οἱ μὲν γὰρ τούτων γράφειν ἀπεκληροῦντο, ἄλλοι τὰ τῶν ἀδελφῶν ῥάπτειν ἐνδύματα, ἕτεροι χαλκεύειν τὰ πρὸς τὴν χρείαν ἐργαλεῖα, ἄλλοι τεκτονεῖν. Καὶ οἱ μὲν τὰ τῶν ἀδελφῶν ἔκναφον ἱμάτια, οἱ δὲ ἐσκυτοτόμουν, ἄλλοι περὶ τὴν τῶν λαχάνων ἐπιμέλειαν ἠσχολοῦντο, ἕτεροι δὲ περὶ τὴν τῶν φυτῶν ἀρδείαν. Ἦσαν δὲ ἐξ αὐτῶν καὶ ἀροτῆρες πλεῖστοι καὶ καμηλάριοι. Ὅσοι δὲ τῶν ἀσθενεστέρων ἦσαν, οἱ μὲν πλέκειν τὰ μαλάκια ἐδιδάσκοντο, οἱ δὲ τὰς λεγομένας σπυρίδας, ἕτεροι τὸ τὰς ψιάνθους ὑφαίνειν, καὶ ἄλλοι τὸ ἀποσχίζειν τὰ θρύα. Καὶ οἱ μὲν περὶ τὸ μαγειρεῖον, οἱ δὲ περὶ τὸ ἀρτοποιεῖον καὶ τὰς τῶν ἀδελφῶν τραπέζας ἐπόνουν· καὶ ἁπλῶς εἰπεῖν, οὐδεὶς ἦν τούτων ὃς μὴ τῇ ἐργασίᾳ προσέκειτο. Ἀλλὰ καὶ γυναικῶν σεμνεῖα διάφορα ἐν Ταβεννήσῃ κατεστήσατο πέρα τοῦ ποταμοῦ, ἔχοντα ὡσεὶ τετρακοσίων μοναζουσῶν ἀριθμόν, τὴν αὐτὴν διαγωγὴν καὶ τὰς αὐτὰς φυλασσόντων νομοθεσίας.