Τότε παραλαβὼν ὁ πατὴρ τὸν θεραπευθέντα παῖδα, αὖθις παρεγένετο σὺν αὐτῷ πρὸς τὸν ἅγιον αἰνῶν τὸν Θεὸν τὸν ποιοῦντα θαυμάσια μεγάλα διὰ τῶν ἁγίων αὐτοῦ, ἔνδοξά τε καὶ ἐξαίσια ὧν οὐκ ἔστιν ἀριθμός.
Καὶ ἄλλα δὲ πάμπολλα ἰάματα δι’ αὐτοῦ γινόμενα τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος ὁρῶν ὁ μακάριος οὐκ ἐπῄρετο τῇ καρδίᾳ· εἶχε γὰρ παρὰ Κυρίου καὶ ταύτην τὴν χάριν· ἀλλ’ ἔμενεν ὁ αὐτὸς σύννους ὑπάρχων καὶ σκυθρωπὸς ἀεί. Εἰ δέ ποτε καὶ προσευξάμενος μὴ ἔτυχε τοῦ αἰτήματος, οὐκ ἐξενίζετο· ἀλλὰ τὴν θείαν ἐκείνην καὶ μεγάλην ἣν ἐδιδάχθη διὰ παντὸς ἐπὶ στόματος ἔφερεν εὐχήν· «Γενηθήτω, λέγων, πάτερ, τὸ σὸν θέλημα.» 40. Θεόδωρος δέ, περὶ οὗ ἔμπροσθεν εἴρηται, νεώτερος ὑπάρχων, ἐνεδυναμοῦτο τῷ πνεύματι, μιμούμενος ἐν ἅπασι τὸν ὁδηγοῦντα αὐτὸν πατέρα ἄμεμπτον ὄντα· καὶ προέκοπτε ταῖς ἀρεταῖς, ὑποτασσόμενος τῷ μεγάλῳ καὶ εἴκων ἐν ἅπασιν αὐτῷ διὰ τὸν Θεὸν ὡς αὐτῷ τῷ Κυρίῳ. Ἐπειδὴ δὲ εἴωθεν ὡς τὰ πολλὰ ἡ ψυχὴ τοῖς ἐναντίοις πρὸς μακροθυμίαν ἀλείφεσθαι, ἐδοκίμαζε πολλάκις αὐτὸν ἐν τοῖς ἐπιταττομένοις αὐτῷ παρ’ αὐτοῦ, κελεύων μὲν αὐτῷ τινα τῶν ἔργων ποιεῖν· εἶθ’ οὕτως πάλιν ἐφιστάμενος καὶ ψέγων ἐφ’ οἷς αὐτὸς μετὰ πολλῆς προθυμίας εἰργάζετο, εἰς ἕτερον πάλιν μεθίστα, οὐ καλῶς φάσκων τὸ πρότερον παρ’ αὐτοῦ γεγενῆσθαι· καὶ τὸν τῆς αὐταρεσκείας αὐτῷ λογισμὸν πολεμεῖν συνεχῶς ἐπεφώνει.