Καὶ πλέον ἐβλάβησαν ἁπαλυνθεῖσαι· καὶ ὑπὸ τῶν θρύων κεντούμεναι ἐν τῷ ἐργάζεσθαι πλέον ᾑμάσσοντο.
130. Πρὸς τοῦτον παραγενόμενος ὁ ἅγιος πατὴρ ἡμῶν Παχώμιος πρὸς τὸ ἐπισκέψασθαι αὐτὸν ἐν τῷ κελλίῳ αὐτοῦ, προφθάσας λέγει αὐτῷ· «Νομίζεις, ἀδελφὲ Ἀθηνόδωρε, ὅτι τὸ ἔλαιόν σε ὠφελεῖ; Τίς γάρ σε ἠνάγκασεν ἐργάζεσθαι, ἵνα προφάσει τοῦ ἔργου τῷ ἐλαίῳ μᾶλλον καὶ οὐχὶ τῷ Θεῷ ἀναθήσῃς τὰς ἐλπίδας τῆς ὑγείας; Μὴ γὰρ ἀδύνατον ἦν τῷ Θεῷ θεραπεῦσαί σε; Ἀλλὰ τὴν ὠφέλειαν τῆς ψυχῆς σου οἰκονομῶν συνεχώρησεν εἶναί σε ἐν τῷ πάθει.» Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ μεγάλῳ· «Ἥμαρτον, ὦ πάτερ, καὶ τὸ σφάλμα μου ἐπιγινώσκω, ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ, παρακαλῶ σε, ἵνα μοι ὁ Θεὸς συγχωρήσῃ τὴν ἁμαρτίαν ταύτην.» Καὶ ὡς ἐπ’ ἀληθείας διεβεβαιοῦντο οἱ συνόντες αὐτῷ πατέρες, ὅτι ἐνιαυτὸν ὁλόκληρον ἐπένθει ἑαυτὸν ὑπὲρ τοῦ σφάλματος τούτου, διὰ δύο ἡμερῶν ἐσθίων ἐν τοιούτῳ πάθει ὑπάρχων δεινῷ. Εἰώθει δὲ ὁ μακάριος Παχώμιος τοῦτον τὸν ἀδελφὸν ἐν ταῖς ἀρχαῖς, πρὸ τοῦ σφοδρῶς αὐτὸν κατακυριευθῆναι ὑπὸ τοῦ πάθους, ἀποστέλλειν ἐν ἑκάστῃ μονῇ ὡς τύπον καὶ θεμέλιον πᾶσι τοῖς ἀδελφοῖς γινόμενον, διὰ τὸ εὐχαρίστως αὐτὸν φέρειν τὴν ἀπευκταίαν ἐκείνου τοῦ πάθους ἀσθένειαν καὶ τοσαύτην ἐγκράτειαν ἀπὸ παντὸς ἔργου πονηροῦ ἐπιδείκνυσθαι καὶ ἐπιμονὴν τοῦ ἔργου τῶν χειρῶν εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.