Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Εισαγωγή και κανόνες ηθικής συμπεριφοράς

Εισαγωγικές προτροπές προς μοναχούς και λαϊκούς για την αποφυγή των όρκων, της αργολογίας και της υποκρισίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

Ἐκ τοῦ συντάγματος τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, ὃ πρὸς μονάζοντας καὶ χριστιανοὺς πάντας κληρικούς τε καὶ λαϊκοὺς συνετέθη. Φυλακτέον μὴ δίλογον εἶναι, μὴ διχογνώμονα, μὴ ψεύστην, μὴ διάβολον, μὴ ἀναίσχυντον, μὴ αὐθάδη, μὴ ῥεμβόμενον, μὴ ἀκαίροις χρώμενον περιπάτοις, σαπρὸν λόγον μὴ προφέροντα τῶν χειλέων, μήτε μὴν τὸ παράπαν ὅρκον, ἀλλ᾽ ἀρκούμενον τῷ ναὶ καὶ τῷ οὔ· κἄν που ἀνάγκη γένηται, προστιθέντα τὸ γίνωσκε, τὸ ἀλήθειαν λέγω[ν], τὸ οὐ ψεύδομαι· τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκῳ μὴ προσληπτέον, ἀλλ᾽ οὐδ᾽ ἕτερόν τινα τῶν ὅρκων, κατὰ τὸ θεῖον φαμὲν εὐαγγέλιον· οὐδὲν γὰρ τούτων προσήκει χριστιανοῖς, ἀλλὰ καὶ τῆς ἐκκλησίας ἐκβάλλει τὸν μὴ πεφυλαγμένως πρὸς αὐτὰ ἔχοντα.