Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἢ ἐξορκισμοί
Πρώτη ευχή και εξορκισμός
Εναρκτήρια προσευχή προς τον Θεό για την απομάκρυνση των δαιμονικών δυνάμεων και την προστασία των πιστών.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Πρώτη ευχή και εξορκισμός
Εναρκτήρια προσευχή προς τον Θεό για την απομάκρυνση των δαιμονικών δυνάμεων και την προστασία των πιστών.
ΕΥΧΑΙ ΗΤΟΙ ΕΞΟΡΚΙΣΜΟΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΠΑΣΧΟΝΤΑΣ ΥΠΟ ΔΑΙΜΟΝΩΝ, ΚΑΙ ΕΚΑΣΤΗΝ ΑΣΘΕΝΕΙΑΝ. Ὁ Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυρίων, ὁ τῶν πυρίνων ταγμάτων δημιουργὸς καὶ τῶν ἀΰλων δυνάμεων τεχνουργὸς, ὁ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων τεχνίτης, «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται,» ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις, ὁ τὸν τραχηλιάσαντά ποτε ἀρχιστράτηγον καὶ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους δαίμονας γινομένους εἰς σκότωσιν βυθοῦ ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον φόβῳ γενέσθαι αὐτῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγὴν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς, ἵνα μή τι βλαβερὸν κατὰ τὴν ἐσφραγισμένην εἰκόνα ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖται, καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς ἐν φόβῳ δοξάζεται τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Work
Text
Opens the related passage in a new window.