Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἀποσπάσματα

Ἐφραίμ ὁ Σύρος

Η γέννηση του Κυρίου

Σύντομη αναφορά στο χρόνο της σύλληψης και γέννησης του Χριστού, καθώς και στον συμβολισμό του θείου φωτός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

〈Περὶ τῆς γεννήσεως τοῦ Κυρίου〉 Ἐν μὲν οὖν τῷ Ξανθικῷ τῷ φαιδρῷ, σύλληψις τοῦ φαιδροῦ καρποῦ καὶ θείου φωτός· τότε δὴ δραμὸν ὀξέως τὸ σκότος, οὐκ ἴσχυσεν ἀμαυρῶσαι τὴν φωτεινὴν σύλληψιν. Ἐν δὲ τῷ Ἀπελλαίῳ γέγονεν ἡ γέννησις τοῦ φωτὸς τοῦ τὸ ἡμέτερον σκότος διασκεδάσαντος. Καὶ τῷ μηνί, ἐν ᾧ λείπεται τὸ σκότος, ἀνέτειλεν ἡμῖν φῶς νικητικόν. Ὁ τῆς συλλήψεως αὐτοῦ μὴν ἡρμήνευεν ἡμῖν τὸν τύπον, ὃν ὁ Μωυσῆς διὰ γραμμάτων ἐμήνυσε, καὶ ὁ μὴν τῆς γεννήσεως αὐτοῦ ὁμοίως ἐδήλωσεν ἡμῖν τὸ μυστήριον.