Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν ἁγίαν παρασκευὴν καὶ εἰς τὸν λῃστὴν καὶ τὸν σταυρόν

Ἐφραίμ ὁ Σύρος

Η δωρεά του παραδείσου, ο εγκωμιασμός του ληστή και η κατακλείδα

Η απάντηση του Χριστού προς τον ληστή, ρητορικοί έπαινοι για τη μετάνοιά του και η τελική δοξολογία του κειμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Εἶδες λῃστικὴν ἱκεσίαν; Ὅρα βασιλικὴν δωρεάν· ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τότε τὴν μνήμην αἰτεῖς, ἐγὼ νῦν τὴν ὑπόσχεσιν δίδωμί σοι. Ὦ λῃστά, καὶ παραδείσου λῃστά! Ὦ θεοφυτεύτου φραγμοῦ τοιχωρύχε! Ὦ πλημμελημάτων ἀφέσεως κλέπτα! Ὦ βασιλικῆς στολῆς ἐργάτα! Ὦ θυρῶν ἀκλῄστων ταμία! Ὦ κλείθρων ἀρχαίων ἐπίτροπε! Ὦ σταυροῦ πρώιμον ἄνθος! Ὦ τῆς Γολγοθᾶ χαίτης πρῶτον ἀκρόδρυον! Ὦ σωτηρίων ἥλων ὀψώνιον! Ὦ ἄγκιστρον μετανοίας! Ὦ δέλεαρ Χριστοῦ πρὸς ζωήν! Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.