Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς ἀσκητάς

Ἐφραίμ ὁ Σύρος

Τελικές προτροπές και μακαρισμός των μοναχών

Καταληκτήριες προτροπές για την εγκράτεια, αναφορά στις συνέπειες των πράξεων των ασκητών και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ὡς καλόν, ἀδελφοί, κρατεῖν ἡδονῆς, καὶ ἀνώτερον εἶναι τῶν σαρκικῶν ἐπιθυμιῶν! ᾯ γὰρ πάρεστι φόβος Θεοῦ ἐν καρδίᾳ, τούτῳ μολυσμὸς ἡδονῆς οὐχ ἅπτεται. Ὡραῖος αἶνος ἐν στόματι μοναχοῦ ἐκ καθαρᾶς καρδίας ἀναπεμπόμενος Θεῷ. Ὡς θυμίαμα εὐῶδες τὴν τούτου δέησιν προσδέξεται Κύριος. Ὢ ποταπὴ λύπη ἐν Ἀγγέλοις, μοναχοῦ δι᾽ ἀπροσεξίαν ἔξω βαλλομένου τῆς βασιλείας! Ὢ ποταπὴ ὀδύνη Ἁγίοις, ἀσκητοῦ δι᾽ ὑπερηφανίαν μὴ συνεισερχομένου τῷ Νυμφίῳ εἰς τὴν ἁγίαν παστάδα! Ὢ πόση χαρὰ ἐν Ἁγίοις, ἁμαρτωλοῦ διὰ μετανοίας εἰσερχομένου εἰς βασιλείαν οὐρανῶν! Ὢ πόση εὐφροσύνη Ἁγίοις, ἁμαρτωλοῦ ἐπιστρέφοντος ἐκ πλάνης ὁδοῦ αὐτοῦ!

Ὧν μιμούμενοι τὴν πίστιν, πληρώσατε τὴν μετὰ χαρᾶς εὐφροσύνην. Ὢ μακάριοι Θεοῦ παῖδες, μοναχοί, ὧν οὐ κατηγωνίσατο σαρκὸς ἐπιθυμία! Ὑμᾶς ἡ γῆ οὐ καλύψει, ἀλλ᾽ οὐρανὸς σὺν Ἀγγέλοις εἰσδέξεται. Αὐτῷ τῷ Θεῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.