Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ φόβου ψυχῶν
Τελική ικεσία και δοξολογία
Θερμή ικεσία προς τον Θεό για άφεση αμαρτιών, προτροπή για αιώνια ζωή, αίτημα προσευχής και καταληκτήρια δοξολογία προς την Αγία Τριάδα.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Τελική ικεσία και δοξολογία
Θερμή ικεσία προς τον Θεό για άφεση αμαρτιών, προτροπή για αιώνια ζωή, αίτημα προσευχής και καταληκτήρια δοξολογία προς την Αγία Τριάδα.
Ἰδοὺ πάλιν προσπίπτω ἐπὶ θύραις τοῦ ἐμοῦ Δεσπότου, ἱκετεύων, παρακαλῶν, προσκυνῶν καὶ λέγων ἀεί· συγχώρησόν μοι τὰ πλημμελήματά μου, Μακρόθυμε· συμφέρει γὰρ τῷ οἰκέτῃ μὴ ἐκφυγεῖν τὰς χεῖρας τοῦ δεσπότου αὑτοῦ, ὅταν αὐτῷ ἁμάρτῃ, ἀλλὰ μᾶλλον παραμένειν ἐν πάσῃ ταπεινοφροσύνῃ τῆς καρδίας αὑτοῦ. Οὕτω γὰρ καὶ ἄνθρωποι εἰώθασι συγχωρεῖν τοῖς οἰκέταις τὰ παραπτώματα. Εἰ δὲ ἄνθρωποι θνητοὶ ὄντες καὶ πονηροὶ συγχωροῦσι τοῖς συνδούλοις τὰ σφάλματα, πόσῳ μᾶλλον ὁ Δεσπότης ὁ ἅγιος καὶ ἀγαθός, πάντων ἡμῶν δημιουργὸς καὶ Κύριος, ὁ πολυεύσπλαγχνος καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, συγχωρήσει ἀνομίας καὶ ἁμαρτίας τοῖς πάντοτε προσπίπτουσιν αὐτῷ ἁμαρτωλοῖς; Καὶ γὰρ αὐτὸς ὁ θησαυρὸς τοῦ ἐλέους τὴν παρ᾽ ἡμῶν ζητεῖ μικρὰν προθυμίαν, καὶ εὐθέως χαρίζεται καὶ πλουτίζει τοὺς ζητοῦντας αὐτὸν μετὰ παντὸς συντρίμματος.
Ἔοικε γὰρ ὁ θησαυρὸς πηγῇ πλήρει, εὐθηνούσῃ ἐν βλύσμασι καὶ ἀφθόνως παρεχούσῃ τοῖς θέλουσιν ὑδρεύεσθαι. Πρέπον ἐστὶ τοῖς περὶ πηγῆς λέγειν, ὅ τι ἔοικε τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ. Ὥσπερ γὰρ ἡ πηγὴ οὐ κωλύει τὸν θέλοντα, οὕτως πάλιν ὁ θησαυρὸς τῆς χάριτος οὐ κωλύει τοῦ μετασχεῖν αὐτῆς τινα ἐν ἀνθρώποις. Οὐκοῦν ἐστιν ἡ βούλησις τοῦ λαβεῖν τὴν χάριν; Μικρὸν ἐὰν ποθῇ τις λαβεῖν τοῦ θησαυροῦ, ὅλος ὁ θησαυρὸς τῆς χάριτος εὑρίσκεται τῷ ζητοῦντι. Ὑδρεύσασθε, ἀγαπητοί, χαρίσματα ἐκ τῆς πηγῆς, οὐράνια νάματα βρυούσης. Καιρὸς γὰρ καὶ ἡμέρα ἐλεύσεται, ὅτε οὐκέτι δυνήσεταί τις παντελῶς πιεῖν ἐξ αὐτῆς.
Διό, Δέσποτα ἅγιε, δεόμεθα τῆς ἀμέτρου σου φιλανθρωπίας πάντες ἄνθρωποι, παράσχου ἡμῖν μετανοίας καιρὸν καὶ συγχώρησιν ἁμαρτιῶν, πρὸς τὸ δουλεῦσαί σοι ἐν καθαρᾷ καρδίᾳ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, ἵνα ἀξιωθῶμεν, εὐαρεστήσαντές σοι ἐν ἔργοις ἀγαθοῖς, διελθεῖν τὸν βίον ἡμῶν καὶ εἰσελθεῖν εἰς τὴν αἰώνιόν σου ἀπόλαυσιν, ἣν ἡτοίμασας πᾶσι τοῖς ἁγίοις σου τοῖς καθ᾽ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι.
Μέμνησθέ μου, κληρονόμοι Θεοῦ, ἀδελφοὶ τοῦ Χριστοῦ, ἐκτενῶς ὑπὲρ ἐμοῦ τὸν Σωτῆρα δυσωπήσατε, ἵνα ῥυσθῶ διὰ τοῦ Χριστοῦ ἀπὸ τοῦ πολεμοῦντός με καθ᾽ ἑκάστην ἡμέραν· ὅτι τῇ Ἁγίᾳ Τριάδι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Work
Text
Opens the related passage in a new window.