Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μακαρισμῶν καὶ ἀθλιοτήτων
Οι μακαρισμοί της κατά Θεόν πολιτείας
Απαρίθμηση των μακαρισμών για όσους αγαπούν τον Θεό, ασκούν τις αρετές και προσδοκούν τη βασιλεία των ουρανών.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Οι μακαρισμοί της κατά Θεόν πολιτείας
Απαρίθμηση των μακαρισμών για όσους αγαπούν τον Θεό, ασκούν τις αρετές και προσδοκούν τη βασιλεία των ουρανών.
Περὶ μακαρισμῶν καὶ ταλανισμῶν Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονοῦντες πάντων τῶν γηΐνων πραγμάτων. Μακάριοι οἱ δακρύοντες ἡμέρας καὶ νυκτός, ὅτι αὐτοὶ ῥυσθήσονται ἀπὸ τῆς μελλούσης ὀργῆς. Μακάριοι οἱ ταπεινοῦντες ἑαυτοὺς ἑκουσίως, ὅτι ἐκεῖ ὑψωθήσονται. Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου ἐκδέχεται αὐτούς. Μακάριοι οἱ καταπονοῦντες τὰ σώματα ἑαυτῶν ἐν ἀγρυπνίᾳ καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασις τοῦ παραδείσου ἡτοίμασται αὐτοῖς. Μακάριοι οἱ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ λογισμῶν πονηρῶν, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον οἰκεῖ ἐν αὐτοῖς. Μακάριοι οἱ ἀγαπῶντες τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ὑπὲρ πάντα τὸν κόσμον, ὅτι αὐτοὶ φίλοι Χριστοῦ εὑρεθήσονται. Μακάριοι οἱ ἑκουσίως βαστάσαντες τὸν σταυρὸν αὐτῶν καὶ ἐν ἀληθείᾳ τῷ Χριστῷ ἀκολουθήσαντες, ὅτι αὐτοὶ καταλήψονται τὴν ἄνω Ἱερουσαλήμ. Μακάριοι οἱ περιζωσάμενοι τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ καὶ ἑτοίμους ἔχοντες τὰς λαμπάδας αὐτῶν, προσδοκῶντες τὸν ἐπουράνιον Νυμφίον, ὅτι συμβασιλεύσουσιν αὐτῷ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.
Μακάριος ὁ κτησάμενος νοεροὺς ὀφθαλμοὺς καὶ κατανοήσας ἀκλινῶς τὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν, ὅτι καταλήψεται αὐτοῖς. Μακάριος ὁ ἔχων διηνεκῶς πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἀπολογίας καὶ σπουδάσας εὐάρεστος εὑρεθῆναι. Μακάριος ὁ νικητὴς γενόμενος τῶν ἡδονῶν τῆς σαρκός, ὅτι παρρησίαν εὑρήσει τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς διαγνώσεως. Μακάριος ὁ πενθήσας ἐπὶ τῆς γῆς διὰ τὸν Θεόν, ὅτι οἱ καρποὶ αὐτοῦ ἐν οὐρανοῖς ἀναβλαστήσουσι.
Work
Text
Opens the related passage in a new window.