Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας καὶ κατανύξεως

Ἐφραίμ ὁ Σύρος

Προτροπή σε μετάνοια και πνευματική εγρήγορση

Εισαγωγικές παραινέσεις προς τους πιστούς για έμπρακτη μετάνοια, με έμφαση στη σωτηρία της ψυχής και την απομάκρυνση από τη ματαιότητα του παρόντος αιώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ μετανοίας καὶ κατανύξεως Ἀδελφοί μου ἀγαπητοί, ἕως καιρὸν ἔχομεν, κλαύσωμεν εἰς τὴν προσευχὴν ἡμῶν, ἵνα ῥύσηται ἡμᾶς ἐκ τοῦ κλαυθμοῦ ἐκείνου ὁ Κύριος τοῦ ἀτελευτήτου, καὶ βρυγμοῦ τῶν ὀδόντων, καὶ τοῦ πυρὸς τῆς γεέννης, καὶ χαροποιήσῃ ἡμᾶς ἐν τῇ ἀτελευτήτῳ ζωῇ, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ὅπου οὐκ ἔνι θάνατος καὶ διαφθορά· ἀλλὰ δι᾽ ὅλου χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις, καὶ τὰ λοιπὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Μακάριος καὶ τρισμακάριος, εἴ τις καταξιωθῇ τῶν ἀγαθῶν ἐκείνων. Ἄθλιος καὶ ταλαίπωρος ὁ ὑστερούμενος αὐτῶν· λέγει γὰρ ὁ Κύριος· τί ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον κερδήσῃ, καὶ τὴν ψυχὴν αὐτοῦ ζημιωθῇ; Μὴ οὖν γλυκανθῇ ἡμῖν ὁ αἰὼν οὗτος ὁ πονηρὸς καὶ μάταιος, ἵνα μὴ πικρανθῇ ἡμῖν τὸ πῦρ ἐκεῖνο τὸ αἰώνιον καὶ ὁ σκώληξ ἀκοίμητος καὶ ἰοβόλος.