Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πρὸς τοὺς λέγοντας ὅτι οἱ σεισμοὶ ἐκ πνευμάτων γίνονται

Ἐφραίμ ὁ Σύρος

Καταδίκη της κοσμικής σοφίας και δοξολογικός επίλογος

Παράθεση αποστολικών ρήσεων για τη μωρία του κόσμου, προτροπή για απόρριψη της ελληνικής πλάνης και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἀκούσατε οὖν καὶ σύνετε τὸ ὑπὸ τοῦ Ἀποστόλου λεχθέν, ἵνα τῆς ὄντως σοφίας καταξιωθῆτε· ἔφη γάρ· μηδεὶς ἑαυτὸν ἀπατάτω· ὁ θέλων ἐν ὑμῖν σοφὸς γενέσθαι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· καί· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.

Ἀποθέμενοι οὖν τῆς ἑλληνικῆς ἀβελτηρίας τὴν ἄνοιαν, καὶ ὑπερθαυμάσαντες τὴν δυναστείαν τοῦ παντοκράτορος Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, βοᾶτε μετὰ τοῦ Προφήτου· μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.