Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Εἰς τὰ βαΐα
Η θεία συγκατάβαση και η είσοδος του Χριστού στην Ιερουσαλήμ
Θεολογικός λόγος για τη διπλή φύση του Χριστού, το εκούσιο πάθος και την ένωση των επίγειων με τα επουράνια.
A platform for reading, searching, and exploring patristic and biblical texts
Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.
Using the Reader
Quick find Search directly for an author, work, or book of Scripture.
Detailed selection Choose a source, then an author, work, chapter, or biblical passage.
Study tools While reading, you can use translations, bookmarks, notes, and your personal appearance settings.
Ἔργον
Η θεία συγκατάβαση και η είσοδος του Χριστού στην Ιερουσαλήμ
Θεολογικός λόγος για τη διπλή φύση του Χριστού, το εκούσιο πάθος και την ένωση των επίγειων με τα επουράνια.
Ἐκ λόγου ποιοῦ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου, περὶ Βαΐων. Ὁ ὑπ᾽ ἀγγέλων ἀσιγήτως ἀνυμνούμενος, καὶ δοξολογούμενος, κάτω ὡς ἄνθρωπος γονυπετεῖ τῷ Πατρὶ καὶ εὔχεται· καὶ ἄνω αὐτὸς ὑπὸ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως εὐχὰς καὶ γονυκλισίας προσδέχεται.
Κάτω πεινᾷ ὡς ἄνθρωπος, ἄνωθεν δὲ ὁ αὐτὸς ἐλθὼν ἄρτος οὐράνιος διψᾷ οἰκονομικῶς· ἀλλ᾽ αὐτός ἐστιν ἡ πηγὴ τῆς ζωῆς θεοπρεπῶς. Κάτω κοπιᾷ κατὰ τὴν πρόσληψιν· ἀλλ᾽ αὐτός ἐστιν ἡ τῶν κοπιώντων καὶ πεφορτισμένων ἀνάπαυσις. Αὐτὸς οὗτός ἐστιν ὁ σήμερον ἐπὶ τὸν θάνατον ἑκουσίως ἐρχόμενος, ἵνα τοῦ ἰδίου θανάτου καταργήσει τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀθανασίαν χαριζόμενος τοῖς ὑπ᾽ αὐτοῦ θνήξασι, δι᾽ ἀθανασίας ἐλπίδα δελεασθεῖσιν. Διὰ τοῦτο παρεγένετο, οὐ σκῆπτρα καὶ σάλπιγγας ἐπαγόμενος, ἀλλὰ πτωχείαν ἐσχάτην ἐνδεικνύμενος· οὐ ξίφη καὶ ὅπλα καὶ δόρατα, ἀλλὰ ταπείνωσιν ἄκραν φερόμενος· οὐχ ὁπλοφόρους, οὐκ ἀσπίδας χρυσοκολλήτους καὶ θυρεοὺς καὶ κράνος καὶ θώρακα, ἀλλὰ πραότητα ἄκραν, καὶ ἀκακίαν ἄμετρον, καὶ μετριότητα τὴν ὑπὲρ μέτρον, ὁ Κύριος Χριστὸς, ὁ Θεὸς ἐν Σιών. Καὶ ἐσείσθη, φησὶ, πᾶσα ἡ πόλις λέγουσα, Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστι Χριστὸς ὁ υἱὸς Δαβίδ. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ὁ ὄντως ναὸς καὶ Θεὸς ὁ ἱερώτερος καὶ τοῦ ἱεροῦ, ἐξήνεγκε καὶ τοὺς μιαροὺς ἱερεῖς τοὺς παρανόμους καὶ κακοτρόπους. Οἱ δὲ παῖδες ἱεροπρεπῶς ἢ θεοπρεπῶς ἐν τῷ ἱερῷ τοῦ Θεοῦ ἑστῶτες, Ὡσαννὰ τῷ Θεῷ τοῦ ἱεροῦ Χριστῷ τῷ Ἰησοῦ ἀνέκραζον· Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, δωρουμένῳ εἰρήνην ἐν οὐρανῷ, καὶ δόξαν ἐν ὑψίστοις. Μακάριαι τῶν Ἐκκλησιῶν αἱ προσδοκίαι!
Μακάριαι τῶν Χριστιανῶν αἱ ἐλπίδες! Τῷ εἰρηνάρχῳ πιστεύοντες, ἢ τὴν εἰρήνην πλουτήσαντες ἄνθρωποι ἀγγέλων συμπολῖται γεγόνασι· τὰ ἄνω καὶ κάτω ἀναμὶξ Χριστὸς πεποίηκε· τοῖς ἀσωμάτοις τοὺς χοϊκοὺς ἥνωσε. Χαίρετε ἐν Χριστῷ· πάλιν ἐρῶ, Χαίρετε.
Work
Text
Opens the related passage in a new window.