Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν παράδεισον

Γρηγόριος ὁ Νύσσης

Η πλάση και η τοποθέτηση του ανθρώπου

Θεολογική διάκριση μεταξύ της ασώματης κατ' εικόνα δημιουργίας και της σωματικής πλάσης και τοποθέτησης του ανθρώπου στον παράδεισο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ἐκεῖ οὖν ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν. ἀλλαχοῦ ἔπλασε κἀκεῖ εἰσήγαγεν. ὥσπερ γὰρ τοὺς φωστῆρας πρῶτον μὲν ἐποίησεν ἔπειτα δὲ ἔθετο ἐν τῷ στερεώματι, οὕτω καὶ τὸν ἄνθρωπον ἔπλασε μὲν χοῦν ἀπὸ γῆς, ἔθετο δὲ ἐν τῷ παραδείσῳ. σημείωσαι δὲ ὅτι οὐκ εἴρηται ὃν ἐποίησεν, ἀλλ᾽ Ὃν ἔπλασεν. ὃ γὰρ ἐποίησε, τὸ Κατ᾽ εἰκόνα ἐστίν· τοῦτο δὲ ἀσώματον. τὸ δὲ ἀσώματον τόπῳ ἀπερίγραπτον. ὅμως μέντοι ἀκολουθεῖ ἐξ ἀνάγκης τῷ πλάσματι καὶ τὸ ποίημα, τουτέστι τῷ σώματι ἡ ψυχή. ὁμοῦ γὰρ εἶναι δεῖ τὸ σύνθετον, ἀλλὰ προηγουμένως μὲν τοῦ σώματος ὁ τόπος, ἡ ψυχὴ δὲ κατ᾽ ἐπακολούθησιν περικλείεται τόπῳ διὰ τῆς πρὸς τὸ σῶμα σχέσεως ἢ ἀνακράσεως, ἀλλ᾽ οὐκ ἐκ τῆς οἰκείας φύσεως εἴτουν τῆς νοερᾶς οὐσίας.