Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ἁγίους μάρτυρας (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η αλληλουχία και η αναγκαιότητα των αρετών

Προτροπή προς το ακροατήριο για την καλλιέργεια του συνόλου των αρετών μέσω μεταφορικών παραδειγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 3

Ἡσυχίου, ἀπὸ ἐγκωμίων εἰς μάρτυρας. Ὑμεῖς οὖν, ἄνδρες ἀδελφοὶ καὶ πατέρες, τὸν πολυανθῆ κῆπον εἰσελθόντες τοῦ Πνεύματος προθύμως ἐκεῖθεν τὰς ἀρετὰς τρυγήσατε, μὴ μίαν ἀλλὰ πολλάς, μᾶλλον δὲ μὴ πολλὰς ἀλλὰ πάσας· ἀρετὴ γὰρ ἀρετῆς χρῄζει, ἐπειδὴ καὶ πτεροῦ πτερὸν καὶ τροχοῦ τροχὸς καὶ βαθμὸς βαθμίδος καὶ κώπη κώπης καὶ πηδαλίου πηδάλιον.

Ἐὰν μὴ ζεύξῃς λίθῳ λίθον, ὁ πύργος εἰς ὕψος οὐκ ἐγήγερται· τὸν αὐτὸν δὴ τρόπον, ἐὰν μὴ νόμον ἐπὶ νόμον κατορθώσωμεν, τὸν οὐρανὸν οὐ φθάνομεν· ἐὰν μὴ συνάψῃς ἐντολὴν ἐντολῇ, ἀτελὴς ὁ δρόμος. Καὶ πῶς ἐπιβάλλεσθαι τοῦ στεφάνου δυνάμεθα;