Reader

Choose an author, work, or book of Scripture and study the original Greek source with translation, notes, and bookmarks.

Find an author, work, or book of Scripture directly.

Ἔργον

Ἱππόλυτος Ῥώμης – Σύνταγμα

Ἱππόλυτος Ῥώμης

Απόσπασμα από το σύγγραμμα Κατά πασών των αιρέσεων

Αναφορά στον χρόνο του Πάσχα και στην εκπλήρωση του νομικού τύπου από τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἱππόλυτος Ῥώμης

—

Κεφάλαιο 1 από 3

EX ALIIS S. HIPPOLYTI SCRIPTIS FRAGMENTA. Ἱππόλυτος τοίνυν τῆς εὐσεβείας μάρτυς, ἐπίσκοπος γεγονὼς τοῦ καλουμένου Πόρτου πλησίον τῆς Ῥώμης, ἐν τῷ πρὸς ἁπάσας αἱρέσεις συντάγματι ἔγραψεν ἐπὶ λέξεως οὕτως· Ὁρῶ μὲν οὖν, ὅτι φιλονεικίας τὸ ἔργον. Λέγει γὰρ οὕτως· Ἐποίησε τὸ πάσχα ὁ Χριστὸς τότε τῇ ἡμέρᾳ, καὶ ἔπαθε· διὸ κἀμὲ δεῖ ὃν τρόπον ὁ Κύριος ἐποίησεν, οὕτω ποιεῖν. Πεπλάνηται δὲ μὴ γινώσκων, ὅτι [ἐν ᾧ] τῷ καιρῷ ἔπασχεν ὁ Χριστὸς, οὐκ ἔφαγε τὸ κατὰ νόμον πάσχα. Οὗτος γὰρ ἦν τὸ πάσχα τὸ προκεκηρυγμένον, καὶ τελειούμενον τῇ ὡρισμένῃ ἡμέρᾳ.